4.78.5 καὶ οἱ μὲν ἀκούσαντες ταῦτα ἀπῆλθον , δὲ κελευόντων τῶν ἀγωγῶν , πρίν τι πλέον ξυστῆναι τὸ κωλῦσον , ἐχώρει οὐδὲν ἐπισχὼν δρόμῳ . καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ , ἐκ τῆς Μελιτείας ἀφώρμησεν , ἐς Φάρσαλόν τε ἐτέλεσε καὶ ἐστρατοπεδεύσατο ἐπὶ τῷ Ἀπιδανῷ ποταμῷ , ἐκεῖθεν δὲ ἐς Φάκιον , καὶ ἐξ αὐτοῦ ἐς Περραιβίαν .
4.78.6 ἀπὸ δὲ τούτου ἤδη οἱ μὲν τῶν Θεσσαλῶν ἀγωγοὶ πάλιν ἀπῆλθον , οἱ δὲ Περραιβοὶ αὐτόν , ὑπήκοοι ὄντες Θεσσαλῶν , κατέστησαν ἐς Δῖον τῆς Περδίκκου ἀρχῆς , ὑπὸ τῷ Ὀλύμπῳ Μακεδονίας πρὸς Θεσσαλοὺς πόλισμα κεῖται .
4.79.1 τούτῳ τῷ τρόπῳ Βρασίδας Θεσσαλίαν φθάσας διέδραμε πρίν τινα κωλύειν παρασκευάσασθαι , καὶ ἀφίκετο ὡς Περδίκκαν καὶ ἐς τὴν Χαλκιδικήν .
4.79.2 ἐκ γὰρ τῆς Πελοποννήσου , ὡς τὰ τῶν Ἀθηναίων ηὐτύχει , δείσαντες οἵ τε ἐπὶ Θρᾴκης ἀφεστῶτες Ἀθηναίων καὶ Περδίκκας ἐξήγαγον τὸν στρατόν , οἱ μὲν Χαλκιδῆς νομίζοντες ἐπὶ σφᾶς πρῶτον ὁρμήσειν τοὺς Ἀθηναίους ( καὶ ἅμα αἱ πλησιόχωροι πόλεις αὐτῶν αἱ οὐκ ἀφεστηκυῖαι ξυνεπῆγον κρύφα ) , Περδίκκας δὲ πολέμιος μὲν οὐκ ὢν ἐκ τοῦ φανεροῦ , φοβούμενος δὲ καὶ αὐτὸς τὰ παλαιὰ διάφορα τῶν Ἀθηναίων καὶ μάλιστα βουλόμενος Ἀρραβαῖον τὸν Λυγκηστῶν βασιλέα παραστήσασθαι .
4.79.3 ξυνέβη δὲ αὐτοῖς , ὥστε ῥᾷον ἐκ τῆς Πελοποννήσου στρατὸν ἐξαγαγεῖν , τῶν Λακεδαιμονίων ἐν τῷ παρόντι κακοπραγία .