4.76.5 καὶ εἰ κατορθοῖτο πεῖρα καὶ τὸ Δήλιον τειχισθείη , ῥᾳδίως ἤλπιζον , εἰ καὶ μὴ παραυτίκα νεωτερίζοιτό τι τῶν κατὰ τὰς πολιτείας τοῖς Βοιωτοῖς , ἐχομένων τούτων τῶν χωρίων καὶ λῃστευομένης τῆς γῆς καὶ οὔσης ἑκάστοις διὰ βραχέος ἀποστροφῆς , οὐ μενεῖν κατὰ χώραν τὰ πράγματα , ἀλλὰ χρόνῳ τῶν Ἀθηναίων μὲν προσιόντων τοῖς ἀφεστηκόσι , τοῖς δὲ οὐκ οὔσης ἁθρόας τῆς δυνάμεως , καταστήσειν αὐτὰ ἐς τὸ ἐπιτήδειον .
4.77.1 μὲν οὖν ἐπιβουλὴ τοιαύτη παρεσκευάζετο , δὲ Ἱπποκράτης αὐτὸς μὲν ἐκ τῆς πόλεως δύναμιν ἔχων , ὁπότε καιρὸς εἴη , ἔμελλε στρατεύειν ἐς τοὺς Βοιωτούς , τὸν δὲ Δημοσθένη προαπέστειλε ταῖς τεσσαράκοντα ναυσὶν ἐς τὴν Ναύπακτον , ὅπως ἐξ ἐκείνων τῶν χωρίων στρατὸν ξυλλέξας Ἀκαρνάνων τε καὶ τῶν ἄλλων ξυμμάχων πλέοι ἐπὶ τὰς Σίφας ὡς προδοθησομένας · ἡμέρα δ’ αὐτοῖς εἴρητο ἔδει ἅμα ταῦτα πράσσειν .
4.77.2 καὶ μὲν Δημοσθένης ἀφικόμενος , Οἰνιάδας δὲ ὑπό τε Ἀκαρνάνων πάντων κατηναγκασμένους καταλαβὼν ἐς τὴν Ἀθηναίων ξυμμαχίαν καὶ αὐτὸς ἀναστήσας τὸ ξυμμαχικὸν τὸ ἐκείνῃ πᾶν , ἐπὶ Σαλύνθιον καὶ Ἀγραίους στρατεύσας πρῶτον καὶ προσποιησάμενος τἆλλα ἡτοιμάζετο ὡς ἐπὶ τὰς Σίφας , ὅταν δέῃ , ἀπαντησόμενος .