4.74.2 οἱ δὲ ἐν τῇ πόλει Μεγαρῆς , ἀποχωρησάντων καὶ τῶν Ἀθηναίων ἐπ’ οἴκου , ὅσοι μὲν τῶν πραγμάτων πρὸς τοὺς Ἀθηναίους μάλιστα μετέσχον , εἰδότες ὅτι ὤφθησαν εὐθὺς ὑπεξῆλθον , οἱ δὲ ἄλλοι κοινολογησάμενοι τοῖς τῶν φευγόντων φίλοις κατάγουσι τοὺς ἐκ Πηγῶν , ὁρκώσαντες πίστεσι μεγάλαις μηδὲν μνησικακήσειν , βουλεύσειν δὲ τῇ πόλει τὰ ἄριστα .
4.74.3 οἱ δὲ ἐπειδὴ ἐν ταῖς ἀρχαῖς ἐγένοντο καὶ ἐξέτασιν ὅπλων ἐποιήσαντο , διαστήσαντες τοὺς λόχους ἐξελέξαντο τῶν τε ἐχθρῶν καὶ οἳ ἐδόκουν μάλιστα ξυμπρᾶξαι τὰ πρὸς τοὺς Ἀθηναίους ἄνδρας ὡς ἑκατόν , καὶ τούτων πέρι ἀναγκάσαντες τὸν δῆμον ψῆφον φανερὰν διενεγκεῖν , ὡς κατεγνώσθησαν , ἔκτειναν , καὶ ἐς ὀλιγαρχίαν τὰ μάλιστα κατέστησαν τὴν πόλιν .
4.74.4 καὶ πλεῖστον δὴ χρόνον αὕτη ὑπ’ ἐλαχίστων γενομένη ἐκ στάσεως μετάστασις ξυνέμεινεν .
4.75.1 τοῦ δ’ αὐτοῦ θέρους τῆς Ἀντάνδρου ὑπὸ τῶν Μυτιληναίων , ὥσπερ διενοοῦντο , μελλούσης κατασκευάζεσθαι , οἱ τῶν ἀργυρολόγων νεῶν Ἀθηναίων στρατηγοὶ Δημόδοκος καὶ Ἀριστείδης , ὄντες περὶ Ἑλλήσποντον ( γὰρ τρίτος αὐτῶν Λάμαχος δέκα ναυσὶν ἐς τὸν Πόντον ἐσεπεπλεύκει ) ὡς ᾐσθάνοντο τὴν παρασκευὴν τοῦ χωρίου καὶ ἐδόκει αὐτοῖς δεινὸν εἶναι μὴ ὥσπερ τὰ Ἄναια ἐπὶ τῇ Σάμῳ γένηται , ἔνθα οἱ φεύγοντες τῶν Σαμίων καταστάντες τούς τε Πελοποννησίους ὠφέλουν ἐς τὰ ναυτικὰ κυβερνήτας πέμποντες καὶ τοὺς ἐν τῇ πόλει Σαμίους ἐς ταραχὴν καθίστασαν καὶ τοὺς ἐξιόντας ἐδέχοντο · οὕτω δὴ ξυναγείραντες ἀπὸ τῶν ξυμμάχων στρατιὰν καὶ πλεύσαντες , μάχῃ τε νικήσαντες τοὺς ἐκ τῆς Ἀντάνδρου ἐπεξελθόντας , ἀναλαμβάνουσι τὸ χωρίον πάλιν .