4.24.4 εἰ γὰρ κρατήσειαν τῷ ναυτικῷ , τὸ Ῥήγιον ἤλπιζον πεζῇ τε καὶ ναυσὶν ἐφορμοῦντες ῥᾳδίως χειρώσεσθαι , καὶ ἤδη σφῶν ἰσχυρὰ τὰ πράγματα γίγνεσθαι · ξύνεγγυς γὰρ κειμένου τοῦ τε Ῥηγίου ἀκρωτηρίου τῆς Ἰταλίας τῆς τε Μεσσήνης τῆς Σικελίας , τοῖς Ἀθηναίοις [ τε ] οὐκ ἂν εἶναι ἐφορμεῖν καὶ τοῦ πορθμοῦ κρατεῖν .
4.24.5 ἔστι δὲ πορθμὸς μεταξὺ Ῥηγίου θάλασσα καὶ Μεσσήνης , ᾗπερ βραχύτατον Σικελία τῆς ἠπείρου ἀπέχει · καὶ ἔστιν Χάρυβδις κληθεῖσα τοῦτο , Ὀδυσσεὺς λέγεται διαπλεῦσαι . διὰ στενότητα δὲ καὶ ἐκ μεγάλων πελαγῶν , τοῦ τε Τυρσηνικοῦ καὶ τοῦ Σικελικοῦ , ἐσπίπτουσα θάλασσα ἐς αὐτὸ καὶ ῥοώδης οὖσα εἰκότως χαλεπὴ ἐνομίσθη .
4.25.1 ἐν τούτῳ οὖν τῷ μεταξὺ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ναυσὶν ὀλίγῳ πλέοσιν τριάκοντα ἠναγκάσθησαν ὀψὲ τῆς ἡμέρας ναυμαχῆσαι περὶ πλοίου διαπλέοντος , ἀντεπαναγόμενοι πρός τε Ἀθηναίων ναῦς ἑκκαίδεκα καὶ Ῥηγίνας ὀκτώ .
4.25.2 καὶ νικηθέντες ὑπὸ τῶν Ἀθηναίων διὰ τάχους ἀπέπλευσαν ὡς ἕκαστοι ἔτυχον ἐς τὰ οἰκεῖα στρατόπεδα , τό τε ἐν τῇ Μεσσήνῃ καὶ ἐν τῷ Ῥηγίῳ , μίαν ναῦν ἀπολέσαντες · καὶ νὺξ ἐπεγένετο τῷ ἔργῳ .
4.25.3 μετὰ δὲ τοῦτο οἱ μὲν Λοκροὶ ἀπῆλθον ἐκ τῆς Ῥηγίνων , ἐπὶ δὲ τὴν Πελωρίδα τῆς Μεσσήνης ξυλλεγεῖσαι αἱ τῶν Συρακοσίων καὶ ξυμμάχων νῆες ὥρμουν καὶ πεζὸς αὐτοῖς παρῆν .
4.25.4 προσπλεύσαντες δὲ οἱ Ἀθηναῖοι καὶ Ῥηγῖνοι ὁρῶντες τὰς ναῦς κενὰς ἐνέβαλον , καὶ χειρὶ σιδηρᾷ ἐπιβληθείσῃ μίαν ναῦν αὐτοὶ ἀπώλεσαν τῶν ἀνδρῶν ἀποκολυμβησάντων .