4.16.2 ὅτι δ’ ἂν τούτων παραβαίνωσιν ἑκάτεροι καὶ ὁτιοῦν , τότε λελύσθαι τὰς σπονδάς . ἐσπεῖσθαι δὲ αὐτὰς μέχρι οὗ ἐπανέλθωσιν οἱ ἐκ τῶν Ἀθηνῶν Λακεδαιμονίων πρέσβεις · ἀποστεῖλαι δὲ αὐτοὺς τριήρει Ἀθηναίους καὶ πάλιν κομίσαι . ἐλθόντων δὲ τάς τε σπονδὰς λελύσθαι ταύτας καὶ τὰς ναῦς ἀποδοῦναι Ἀθηναίους ὁμοίας οἵασπερ ἂν παραλάβωσιν .
4.16.3 αἱ μὲν σπονδαὶ ἐπὶ τούτοις ἐγένοντο , καὶ αἱ νῆες παρεδόθησαν οὖσαι περὶ ἑξήκοντα , καὶ οἱ πρέσβεις ἀπεστάλησαν . ἀφικόμενοι δὲ ἐς τὰς Ἀθήνας ἔλεξαν τοιάδε .
4.17.1 " ἔπεμψαν ἡμᾶς Λακεδαιμόνιοι , Ἀθηναῖοι , περὶ τῶν ἐν τῇ νήσῳ ἀνδρῶν πράξοντας ὅτι ἂν ὑμῖν τε ὠφέλιμον ὂν τὸ αὐτὸ πείθωμεν καὶ ἡμῖν ἐς τὴν ξυμφορὰν ὡς ἐκ τῶν παρόντων κόσμον μάλιστα μέλλῃ οἴσειν .
4.17.2 τοὺς δὲ λόγους μακροτέρους οὐ παρὰ τὸ εἰωθὸς μηκυνοῦμεν , ἀλλ’ ἐπιχώριον ὂν ἡμῖν οὗ μὲν βραχεῖς ἀρκῶσι μὴ πολλοῖς χρῆσθαι , πλέοσι δὲ ἐν ἂν καιρὸς διδάσκοντάς τι τῶν προύργου λόγοις τὸ δέον πράσσειν .
4.17.3 λάβετε δὲ αὐτοὺς μὴ πολεμίως μηδ’ ὡς ἀξύνετοι διδασκόμενοι , ὑπόμνησιν δὲ τοῦ καλῶς βουλεύσασθαι πρὸς εἰδότας ἡγησάμενοι .
4.17.4 " ὑμῖν γὰρ εὐτυχίαν τὴν παροῦσαν ἔξεστι καλῶς θέσθαι , ἔχουσι μὲν ὧν κρατεῖτε , προσλαβοῦσι δὲ τιμὴν καὶ δόξαν , καὶ μὴ παθεῖν ὅπερ οἱ ἀήθως τι ἀγαθὸν λαμβάνοντες τῶν ἀνθρώπων · αἰεὶ γὰρ τοῦ πλέονος ἐλπίδι ὀρέγονται διὰ τὸ καὶ τὰ παρόντα ἀδοκήτως εὐτυχῆσαι .