4.12.3 ἐς τοῦτό τε περιέστη τύχη ὥστε Ἀθηναίους μὲν ἐκ γῆς τε καὶ ταύτης Λακωνικῆς ἀμύνεσθαι ἐκείνους ἐπιπλέοντας , Λακεδαιμονίους δὲ ἐκ νεῶν τε καὶ ἐς τὴν ἑαυτῶν πολεμίαν οὖσαν ἐπ’ Ἀθηναίους ἀποβαίνειν · ἐπὶ πολὺ γὰρ ἐποίει τῆς δόξης ἐν τῷ τότε τοῖς μὲν ἠπειρώταις μάλιστα εἶναι καὶ τὰ πεζὰ κρατίστοις , τοῖς δὲ θαλασσίοις τε καὶ ταῖς ναυσὶ πλεῖστον προύχειν .
4.13.1 ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ τῆς ὑστεραίας μέρος τι προσβολὰς ποιησάμενοι ἐπέπαυντο · καὶ τῇ τρίτῃ ἐπὶ ξύλα ἐς μηχανὰς παρέπεμψαν τῶν νεῶν τινὰς ἐς Ἀσίνην , ἐλπίζοντες τὸ κατὰ τὸν λιμένα τεῖχος ὕψος μὲν ἔχειν , ἀποβάσεως δὲ μάλιστα οὔσης ἑλεῖν 〈ἂν〉 μηχαναῖς .
4.13.2 ἐν τούτῳ δὲ αἱ ἐκ τῆς Ζακύνθου νῆες τῶν Ἀθηναίων παραγίγνονται τεσσαράκοντα · προσεβοήθησαν γὰρ τῶν τε φρουρίδων τινὲς αὐτοῖς τῶν ἐκ Ναυπάκτου καὶ Χῖαι τέσσαρες .
4.13.3 ὡς δὲ εἶδον τήν τε ἤπειρον ὁπλιτῶν περίπλεων τήν τε νῆσον , ἔν τε τῷ λιμένι οὔσας τὰς ναῦς καὶ οὐκ ἐκπλεούσας , ἀπορήσαντες ὅπῃ καθορμίσωνται , τότε μὲν ἐς Πρωτὴν τὴν νῆσον , οὐ πολὺ ἀπέχει ἐρῆμος οὖσα , ἔπλευσαν καὶ ηὐλίσαντο , τῇ δ’ ὑστεραίᾳ παρασκευασάμενοι ὡς ἐπὶ ναυμαχίαν ἀνήγοντο , ἢν μὲν ἀντεκπλεῖν ἐθέλωσι σφίσιν ἐς τὴν εὐρυχωρίαν , εἰ δὲ μή , ὡς αὐτοὶ ἐπεσπλευσούμενοι .
4.13.4 καὶ οἱ μὲν οὔτε ἀντανήγοντο οὔτε διενοήθησαν , φάρξαι τοὺς ἔσπλους , ἔτυχον ποιήσαντες , ἡσυχάζοντες δ’ ἐν τῇ γῇ τάς τε ναῦς ἐπλήρουν καὶ παρεσκευάζοντο , ἢν ἐσπλέῃ τις , ὡς ἐν τῷ λιμένι ὄντι οὐ σμικρῷ ναυμαχήσοντες .