4.10.3 τοῦ τε γὰρ χωρίου τὸ δυσέμβατον ἡμέτερον νομίζω , μενόντων μὲν ἡμῶν ξύμμαχον γίγνεται , ὑποχωρήσασι δὲ καίπερ χαλεπὸν ὂν εὔπορον ἔσται μηδενὸς κωλύοντος , καὶ τὸν πολέμιον δεινότερον ἕξομεν μὴ ῥᾳδίας αὐτῷ πάλιν οὔσης τῆς ἀναχωρήσεως , ἢν καὶ ὑφ’ ἡμῶν βιάζηται ( ἐπὶ γὰρ ταῖς ναυσὶ ῥᾷστοί εἰσιν ἀμύνεσθαι , ἀποβάντες δὲ ἐν τῷ ἴσῳ ἤδη ) ,
4.10.4 τό τε πλῆθος αὐτῶν οὐκ ἄγαν δεῖ φοβεῖσθαι · κατ’ ὀλίγον γὰρ μαχεῖται καίπερ πολὺ ὂν ἀπορίᾳ τῆς προσορμίσεως , καὶ οὐκ ἐν γῇ στρατός ἐστιν ἐκ τοῦ ὁμοίου μείζων , ἀλλ’ ἀπὸ νεῶν , αἷς πολλὰ τὰ καίρια δεῖ ἐν τῇ θαλάσσῃ ξυμβῆναι .
4.10.5 ὥστε τὰς τούτων ἀπορίας ἀντιπάλους ἡγοῦμαι τῷ ἡμετέρῳ πλήθει , καὶ ἅμα ἀξιῶ ὑμᾶς , Ἀθηναίους ὄντας καὶ ἐπισταμένους ἐμπειρίᾳ τὴν ναυτικὴν ἐπ’ ἄλλους ἀπόβασιν ὅτι , εἴ τις ὑπομένοι καὶ μὴ φόβῳ ῥοθίου καὶ νεῶν δεινότητος κατάπλου ὑποχωροίη , οὐκ ἄν ποτε βιάζοιτο , καὶ αὐτοὺς νῦν μεῖναί τε καὶ ἀμυνομένους παρ’ αὐτὴν τὴν ῥαχίαν σῴζειν ἡμᾶς τε αὐτοὺς καὶ τὸ χωρίον . "
4.11.1 τοσαῦτα τοῦ Δημοσθένους παρακελευσαμένου οἱ Ἀθηναῖοι ἐθάρσησάν τε μᾶλλον καὶ ἐπικαταβάντες ἐτάξαντο παρ’ αὐτὴν τὴν θάλασσαν .
4.11.2 οἱ δὲ Λακεδαιμόνιοι ἄραντες τῷ τε κατὰ γῆν στρατῷ προσέβαλλον τῷ τειχίσματι καὶ ταῖς ναυσὶν ἅμα οὔσαις τεσσαράκοντα καὶ τρισί , ναύαρχος δὲ αὐτῶν ἐπέπλει Θρασυμηλίδας Κρατησικλέους Σπαρτιάτης . προσέβαλλε δὲ ᾗπερ Δημοσθένης προσεδέχετο .