4.8.8 οὕτω γὰρ τοῖς Ἀθηναίοις τήν τε νῆσον πολεμίαν ἔσεσθαι τήν τε ἤπειρον , ἀπόβασιν οὐκ ἔχουσαν ( τὰ γὰρ αὐτῆς τῆς Πύλου ἔξω τοῦ ἔσπλου πρὸς τὸ πέλαγος ἀλίμενα ὄντα οὐχ ἕξειν ὅθεν ὁρμώμενοι ὠφελήσουσι τοὺς αὑτῶν ) σφεῖς δὲ ἄνευ τε ναυμαχίας καὶ κινδύνου ἐκπολιορκήσειν τὸ χωρίον κατὰ τὸ εἰκός , σίτου τε οὐκ ἐνόντος καὶ δι’ ὀλίγης παρασκευῆς κατειλημμένον .
4.8.9 ὡς δ’ ἐδόκει αὐτοῖς ταῦτα , καὶ διεβίβαζον ἐς τὴν νῆσον τοὺς ὁπλίτας ἀποκληρώσαντες ἀπὸ πάντων τῶν λόχων . καὶ διέβησαν μὲν καὶ ἄλλοι πρότερον κατὰ διαδοχήν , οἱ δὲ τελευταῖοι καὶ ἐγκαταληφθέντες εἴκοσι καὶ τετρακόσιοι ἦσαν καὶ Εἵλωτες οἱ περὶ αὐτούς · ἦρχε δὲ αὐτῶν Ἐπιτάδας Μολόβρου .
4.9.1 Δημοσθένης δὲ ὁρῶν τοὺς Λακεδαιμονίους μέλλοντας προσβάλλειν ναυσί τε ἅμα καὶ πεζῷ παρεσκευάζετο καὶ αὐτός , καὶ τὰς τριήρεις αἳ περιῆσαν αὐτῷ ἀπὸ τῶν καταλειφθεισῶν ἀνασπάσας ὑπὸ τὸ τείχισμα προσεσταύρωσε , καὶ τοὺς ναύτας ἐξ αὐτῶν ὥπλισεν ἀσπίσι [ τε ] φαύλαις καὶ οἰσυΐναις ταῖς πολλαῖς · οὐ γὰρ ἦν ὅπλα ἐν χωρίῳ ἐρήμῳ πορίσασθαι , ἀλλὰ καὶ ταῦτα ἐκ λῃστρικῆς Μεσσηνίων τριακοντόρου καὶ κέλητος ἔλαβον , οἳ ἔτυχον παραγενόμενοι . ὁπλῖταί τε τῶν Μεσσηνίων τούτων ὡς τεσσαράκοντα ἐγένοντο , οἷς ἐχρῆτο μετὰ τῶν ἄλλων .