4.1.1 τοῦ δ’ ἐπιγιγνομένου θέρους περὶ σίτου ἐκβολὴν Συρακοσίων δέκα νῆες πλεύσασαι καὶ Λοκρίδες ἴσαι Μεσσήνην τὴν ἐν Σικελίᾳ κατέλαβον , αὐτῶν ἐπαγαγομένων , καὶ ἀπέστη Μεσσήνη Ἀθηναίων .
4.1.2 ἔπραξαν δὲ τοῦτο μάλιστα οἱ μὲν Συρακόσιοι ὁρῶντες προσβολὴν ἔχον τὸ χωρίον τῆς Σικελίας καὶ φοβούμενοι τοὺς Ἀθηναίους μὴ ἐξ αὐτοῦ ὁρμώμενοί ποτε σφίσι μείζονι παρασκευῇ ἐπέλθωσιν , οἱ δὲ Λοκροὶ κατὰ ἔχθος τὸ Ῥηγίνων , βουλόμενοι ἀμφοτέρωθεν αὐτοὺς καταπολεμεῖν .
4.1.3 καὶ ἐσεβεβλήκεσαν ἅμα ἐς τὴν Ῥηγίνων οἱ Λοκροὶ πανστρατιᾷ , ἵνα μὴ ἐπιβοηθῶσι τοῖς Μεσσηνίοις , ἅμα δὲ καὶ ξυνεπαγόντων Ῥηγίνων φυγάδων , οἳ ἦσαν παρ’ αὐτοῖς · τὸ γὰρ Ῥήγιον ἐπὶ πολὺν χρόνον ἐστασίαζε καὶ ἀδύνατα ἦν ἐν τῷ παρόντι τοὺς Λοκροὺς ἀμύνεσθαι , καὶ μᾶλλον ἐπετίθεντο .
4.1.4 δῃώσαντες δὲ οἱ μὲν Λοκροὶ τῷ πεζῷ ἀπεχώρησαν , αἱ δὲ νῆες Μεσσήνην ἐφρούρουν · καὶ ἄλλαι αἱ πληρούμεναι ἔμελλον αὐτόσε ἐγκαθορμισάμεναι τὸν πόλεμον ἐντεῦθεν ποιήσεσθαι .
4.2.1 ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τοῦ ἦρος , πρὶν τὸν σῖτον ἐν ἀκμῇ εἶναι , Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἐσέβαλον ἐς τὴν Ἀττικήν ( ἡγεῖτο δὲ Ἆγις Ἀρχιδάμου Λακεδαιμονίων βασιλεύς ) , καὶ ἐγκαθεζόμενοι ἐδῄουν τὴν γῆν .
4.2.2 Ἀθηναῖοι δὲ τάς τε τεσσαράκοντα ναῦς ἐς Σικελίαν ἀπέστειλαν , ὥσπερ παρεσκευάζοντο , καὶ στρατηγοὺς τοὺς ὑπολοίπους Εὐρυμέδοντα καὶ Σοφοκλέα · Πυθόδωρος γὰρ τρίτος αὐτῶν ἤδη προαφῖκτο ἐς Σικελίαν .