3.111.3 οἱ δὲ Ἀκαρνᾶνες τὸ μὲν πρῶτον καὶ πάντας ἐνόμισαν ἀπιέναι ἀσπόνδους ὁμοίως καὶ τοὺς Πελοποννησίους ἐπεδίωκον , καί τινας αὐτῶν τῶν στρατηγῶν κωλύοντας καὶ φάσκοντας ἐσπεῖσθαι αὐτοῖς ἠκόντισέ τις , νομίσας καταπροδίδοσθαι σφᾶς · ἔπειτα μέντοι τοὺς μὲν Μαντινέας καὶ τοὺς Πελοποννησίους ἀφίεσαν , τοὺς δ’ Ἀμπρακιώτας ἔκτεινον .
3.111.4 καὶ ἦν πολλὴ ἔρις καὶ ἄγνοια εἴτε Ἀμπρακιώτης τίς ἐστιν εἴτε Πελοποννήσιος . καὶ ἐς διακοσίους μέν τινας αὐτῶν ἀπέκτειναν · οἱ δ’ ἄλλοι διέφυγον ἐς τὴν Ἀγραΐδα ὅμορον οὖσαν , καὶ Σαλύνθιος αὐτοὺς βασιλεὺς τῶν Ἀγραίων φίλος ὢν ὑπεδέξατο .
3.112.1 οἱ δ’ ἐκ τῆς πόλεως Ἀμπρακιῶται ἀφικνοῦνται ἐπ’ Ἰδομενήν . ἐστὸν δὲ δύο λόφω Ἰδομενὴ ὑψηλώ · τούτοιν τὸν μὲν μείζω νυκτὸς ἐπιγενομένης οἱ προαποσταλέντες ὑπὸ τοῦ Δημοσθένους ἀπὸ τοῦ στρατοπέδου ἔλαθόν τε καὶ ἔφθασαν προκαταλαβόντες ( τὸν δ’ ἐλάσσω ἔτυχον οἱ Ἀμπρακιῶται προαναβάντες ) καὶ ηὐλίσαντο .
3.112.2 δὲ Δημοσθένης δειπνήσας ἐχώρει καὶ τὸ ἄλλο στράτευμα ἀπὸ ἑσπέρας εὐθύς , αὐτὸς μὲν τὸ ἥμισυ ἔχων ἐπὶ τῆς ἐσβολῆς , τὸ δ’ ἄλλο διὰ τῶν Ἀμφιλοχικῶν ὀρῶν .
3.112.3 καὶ ἅμα ὄρθρῳ ἐπιπίπτει τοῖς Ἀμπρακιώταις ἔτι ἐν ταῖς εὐναῖς καὶ οὐ προῃσθημένοις τὰ γεγενημένα , ἀλλὰ πολὺ μᾶλλον νομίσασι τοὺς ἑαυτῶν εἶναι ·
3.112.4 καὶ γὰρ τοὺς Μεσσηνίους πρώτους ἐπίτηδες Δημοσθένης προύταξε καὶ προσαγορεύειν ἐκέλευε , Δωρίδα τε γλῶσσαν ἱέντας καὶ τοῖς προφύλαξι πίστιν παρεχομένους , ἅμα δὲ καὶ οὐ καθορωμένους τῇ ὄψει νυκτὸς ἔτι οὔσης .