3.102.1 ἐπειδὴ δὲ παρεσκεύαστο πάντα καὶ τοὺς ὁμήρους κατέθετο ἐς Κυτίνιον τὸ Δωρικόν , ἐχώρει τῷ στρατῷ ἐπὶ τὴν Ναύπακτον διὰ τῶν Λοκρῶν , καὶ πορευόμενος Οἰνεῶνα αἱρεῖ αὐτῶν καὶ Εὐπάλιον · οὐ γὰρ προσεχώρησαν .
3.102.2 γενόμενοι δ’ ἐν τῇ Ναυπακτίᾳ καὶ οἱ Αἰτωλοὶ ἅμα ἤδη προσβεβοηθηκότες ἐδῄουν τὴν γῆν καὶ τὸ προάστειον ἀτείχιστον ὂν εἷλον · ἐπί τε Μολύκρειον ἐλθόντες τὴν Κορινθίων μὲν ἀποικίαν , Ἀθηναίων δὲ ὑπήκοον , αἱροῦσιν .
3.102.3 Δημοσθένης δὲ Ἀθηναῖος ( ἔτι γὰρ ἐτύγχανεν ὢν μετὰ τὰ ἐκ τῆς Αἰτωλίας περὶ Ναύπακτον ) προαισθόμενος τοῦ στρατοῦ καὶ δείσας περὶ αὐτῆς , ἐλθὼν πείθει Ἀκαρνᾶνας , χαλεπῶς διὰ τὴν ἐκ τῆς Λευκάδος ἀναχώρησιν , βοηθῆσαι Ναυπάκτῳ .
3.102.4 καὶ πέμπουσι μετ’ αὐτοῦ ἐπὶ τῶν νεῶν χιλίους ὁπλίτας , οἳ ἐσελθόντες περιεποίησαν τὸ χωρίον · δεινὸν γὰρ ἦν μὴ μεγάλου ὄντος τοῦ τείχους , ὀλίγων δὲ τῶν ἀμυνομένων , οὐκ ἀντίσχωσιν .
3.102.5 Εὐρύλοχος δὲ καὶ οἱ μετ’ αὐτοῦ ὡς ᾔσθοντο τὴν στρατιὰν ἐσεληλυθυῖαν καὶ ἀδύνατον ὂν τὴν πόλιν βίᾳ ἑλεῖν , ἀνεχώρησαν οὐκ ἐπὶ Πελοποννήσου , ἀλλ’ ἐς τὴν Αἰολίδα τὴν νῦν καλουμένην Καλυδῶνα καὶ Πλευρῶνα καὶ ἐς τὰ ταύτῃ χωρία καὶ ἐς Πρόσχιον τῆς Αἰτωλίας .
3.102.6 οἱ γὰρ Ἀμπρακιῶται ἐλθόντες πρὸς αὐτοὺς πείθουσιν ὥστε μετὰ σφῶν Ἄργει τε τῷ Ἀμφιλοχικῷ καὶ Ἀμφιλοχίᾳ τῇ ἄλλῃ ἐπιχειρῆσαι καὶ Ἀκαρνανίᾳ ἅμα , λέγοντες ὅτι , ἢν τούτων κρατήσωσι , πᾶν τὸ ἠπειρωτικὸν Λακεδαιμονίοις ξύμμαχον καθεστήξει .