3.58.1 " καίτοι ἀξιοῦμέν γε καὶ θεῶν ἕνεκα τῶν ξυμμαχικῶν ποτὲ γενομένων καὶ τῆς ἀρετῆς τῆς ἐς τοὺς Ἕλληνας καμφθῆναι ὑμᾶς καὶ μεταγνῶναι εἴ τι ὑπὸ Θηβαίων ἐπείσθητε , τήν τε δωρεὰν ἀνταπαιτῆσαι αὐτοὺς μὴ κτείνειν οὓς μὴ ὑμῖν πρέπει , σώφρονά τε ἀντὶ αἰσχρᾶς κομίσασθαι χάριν , καὶ μὴ ἡδονὴν δόντας ἄλλοις κακίαν αὐτοὺς ἀντιλαβεῖν ·
3.58.2 βραχὺ γὰρ τὸ τὰ ἡμέτερα σώματα διαφθεῖραι , ἐπίπονον δὲ τὴν δύσκλειαν αὐτοῦ ἀφανίσαι . οὐκ ἐχθροὺς γὰρ ἡμᾶς εἰκότως τιμωρήσεσθε , ἀλλ’ εὔνους , κατ’ ἀνάγκην πολεμήσαντας .
3.58.3 ὥστε καὶ τῶν σωμάτων ἄδειαν ποιοῦντες ὅσια ἂν δικάζοιτε καὶ προνοοῦντες ὅτι ἑκόντας τε ἐλάβετε καὶ χεῖρας προϊσχομένους ( δὲ νόμος τοῖς Ἕλλησι μὴ κτείνειν τούτους ) , ἔτι δὲ καὶ εὐεργέτας γεγενημένους διὰ παντός .
3.58.4 ἀποβλέψατε γὰρ ἐς πατέρων τῶν ὑμετέρων θήκας , οὓς ἀποθανόντας ὑπὸ Μήδων καὶ ταφέντας ἐν τῇ ἡμετέρᾳ ἐτιμῶμεν κατὰ ἔτος ἕκαστον δημοσίᾳ ἐσθήμασί τε καὶ τοῖς ἄλλοις νομίμοις , ὅσα τε γῆ ἡμῶν ἀνεδίδου ὡραῖα , πάντων ἀπαρχὰς ἐπιφέροντες , εὖνοι μὲν ἐκ φιλίας χώρας , ξύμμαχοι δὲ ὁμαίχμοις ποτὲ γενομένοις . ὧν ὑμεῖς τοὐναντίον ἂν δράσαιτε μὴ ὀρθῶς γνόντες .