3.56.1 " Θηβαῖοι δὲ πολλὰ μὲν καὶ ἄλλα ἡμᾶς ἠδίκησαν , τὸ δὲ τελευταῖον αὐτοὶ ξύνιστε , δι’ ὅπερ καὶ τάδε πάσχομεν .
3.56.2 πόλιν γὰρ αὐτοὺς τὴν ἡμετέραν καταλαμβάνοντας ἐν σπονδαῖς καὶ προσέτι ἱερομηνίᾳ ὀρθῶς τε ἐτιμωρησάμεθα κατὰ τὸν πᾶσι νόμον καθεστῶτα , τὸν ἐπιόντα πολέμιον ὅσιον εἶναι ἀμύνεσθαι , καὶ νῦν οὐκ ἂν εἰκότως δι’ αὐτοὺς βλαπτοίμεθα .
3.56.3 εἰ γὰρ τῷ αὐτίκα χρησίμῳ ὑμῶν τε καὶ ἐκείνων πολεμίῳ τὸ δίκαιον λήψεσθε , τοῦ μὲν ὀρθοῦ φανεῖσθε οὐκ ἀληθεῖς κριταὶ ὄντες , τὸ δὲ ξυμφέρον μᾶλλον θεραπεύοντες .
3.56.4 καίτοι εἰ νῦν ὑμῖν ὠφέλιμοι δοκοῦσιν εἶναι , πολὺ καὶ ἡμεῖς καὶ οἱ ἄλλοι Ἕλληνες μᾶλλον τότε ὅτε ἐν μείζονι κινδύνῳ ἦτε . νῦν μὲν γὰρ ἑτέροις ὑμεῖς ἐπέρχεσθε δεινοί , ἐν ἐκείνῳ δὲ τῷ καιρῷ , ὅτε πᾶσι δουλείαν ἐπέφερεν βάρβαρος , οἵδε μετ’ αὐτοῦ ἦσαν .
3.56.5 καὶ δίκαιον ἡμῶν τῆς νῦν ἁμαρτίας , εἰ ἄρα ἡμάρτηταί τι , ἀντιθεῖναι τὴν τότε προθυμίαν · καὶ μείζω τε πρὸς ἐλάσσω εὑρήσετε καὶ ἐν καιροῖς οἷς σπάνιον ἦν τῶν Ἑλλήνων τινὰ ἀρετὴν τῇ Ξέρξου δυνάμει ἀντιτάξασθαι , ἐπῃνοῦντό τε μᾶλλον οἱ μὴ τὰ ξύμφορα πρὸς τὴν ἔφοδον αὑτοῖς ἀσφαλείᾳ πράσσοντες , ἐθέλοντες δὲ τολμᾶν μετὰ κινδύνων τὰ βέλτιστα .
3.56.6 ὧν ἡμεῖς γενόμενοι καὶ τιμηθέντες ἐς τὰ πρῶτα νῦν ἐπὶ τοῖς αὐτοῖς δέδιμεν μὴ διαφθαρῶμεν , Ἀθηναίους ἑλόμενοι δικαίως μᾶλλον ὑμᾶς κερδαλέως .