3.20.1 τοῦ δ’ αὐτοῦ χειμῶνος οἱ Πλαταιῆς ( ἔτι γὰρ ἐπολιορκοῦντο ὑπὸ τῶν Πελοποννησίων καὶ Βοιωτῶν ) ἐπειδὴ τῷ τε σίτῳ ἐπιλείποντι ἐπιέζοντο καὶ ἀπὸ τῶν Ἀθηνῶν οὐδεμία ἐλπὶς ἦν τιμωρίας οὐδὲ ἄλλη σωτηρία ἐφαίνετο , ἐπιβουλεύουσιν αὐτοί τε καὶ Ἀθηναίων οἱ ξυμπολιορκούμενοι πρῶτον μὲν πάντες ἐξελθεῖν καὶ ὑπερβῆναι τὰ τείχη τῶν πολεμίων , ἢν δύνωνται βιάσασθαι , ἐσηγησαμένων τὴν πεῖραν αὐτοῖς Θεαινέτου τε τοῦ Τολμίδου ἀνδρὸς μάντεως καὶ Εὐπομπίδου τοῦ Δαϊμάχου , ὃς καὶ ἐστρατήγει ·
3.20.2 ἔπειτα οἱ μὲν ἡμίσεις ἀπώκνησάν πως τὸν κίνδυνον μέγαν ἡγησάμενοι , ἐς δὲ ἄνδρας διακοσίους καὶ εἴκοσι μάλιστα ἐνέμειναν τῇ ἐξόδῳ ἐθελονταὶ τρόπῳ τοιῷδε .
3.20.3 κλίμακας ἐποιήσαντο ἴσας τῷ τείχει τῶν πολεμίων · ξυνεμετρήσαντο δὲ ταῖς ἐπιβολαῖς τῶν πλίνθων , ἔτυχε πρὸς σφᾶς οὐκ ἐξαληλιμμένον τὸ τεῖχος αὐτῶν . ἠριθμοῦντο δὲ πολλοὶ ἅμα τὰς ἐπιβολάς , καὶ ἔμελλον οἱ μέν τινες ἁμαρτήσεσθαι οἱ δὲ πλείους τεύξεσθαι τοῦ ἀληθοῦς λογισμοῦ , ἄλλως τε καὶ πολλάκις ἀριθμοῦντες καὶ ἅμα οὐ πολὺ ἀπέχοντες , ἀλλὰ ῥᾳδίως καθορωμένου ἐς ἐβούλοντο τοῦ τείχους .
3.20.4 τὴν μὲν οὖν ξυμμέτρησιν τῶν κλιμάκων οὕτως ἔλαβον , ἐκ τοῦ πάχους τῆς πλίνθου εἰκάσαντες τὸ μέτρον .
3.21.1 τὸ δὲ τεῖχος ἦν τῶν Πελοποννησίων τοιόνδε τῇ οἰκοδομήσει . εἶχε μὲν δύο τοὺς περιβόλους , πρός τε Πλαταιῶν καὶ εἴ τις ἔξωθεν ἀπ’ Ἀθηνῶν ἐπίοι , διεῖχον δὲ οἱ περίβολοι ἑκκαίδεκα πόδας μάλιστα ἀπ’ ἀλλήλων .
3.21.2 τὸ οὖν μεταξὺ τοῦτο [ οἱ ἑκκαίδεκα πόδες ] τοῖς φύλαξιν οἰκήματα διανενεμημένα ᾠκοδόμητο , καὶ ἦν ξυνεχῆ ὥστε ἓν φαίνεσθαι τεῖχος παχὺ ἐπάλξεις ἔχον ἀμφοτέρωθεν .