3.16.2 οἱ δὲ Λακεδαιμόνιοι ὁρῶντες πολὺν τὸν παράλογον τά τε ὑπὸ τῶν Λεσβίων ῥηθέντα ἡγοῦντο οὐκ ἀληθῆ καὶ ἄπορα νομίζοντες , ὡς αὐτοῖς καὶ οἱ ξύμμαχοι ἅμα οὐ παρῆσαν καὶ ἠγγέλλοντο καὶ αἱ περὶ τὴν Πελοπόννησον τριάκοντα νῆες τῶν Ἀθηναίων τὴν περιοικίδα αὐτῶν πορθοῦσαι , ἀνεχώρησαν ἐπ’ οἴκου .
3.16.3 ὕστερον δὲ ναυτικὸν παρεσκεύαζον ὅτι πέμψουσιν ἐς τὴν Λέσβον , καὶ κατὰ πόλεις ἐπήγγελλον τεσσαράκοντα νεῶν πλῆθος καὶ ναύαρχον προσέταξαν Ἀλκίδαν , ὃς ἔμελλεν ἐπιπλεύσεσθαι .
3.16.4 ἀνεχώρησαν δὲ καὶ οἱ Ἀθηναῖοι ταῖς ἑκατὸν ναυσίν , ἐπειδὴ καὶ ἐκείνους εἶδον .
3.17.1 [ καὶ κατὰ τὸν χρόνον τοῦτον ὃν αἱ νῆες ἔπλεον ἐν τοῖς πλεῖσται δὴ νῆες ἅμ’ αὐτοῖς ἐνεργοὶ κάλλει ἐγένοντο , παραπλήσιαι δὲ καὶ ἔτι πλείους ἀρχομένου τοῦ πολέμου .
3.17.2 τήν τε γὰρ Ἀττικὴν καὶ Εὔβοιαν καὶ Σαλαμῖνα ἑκατὸν ἐφύλασσον , καὶ περὶ Πελοπόννησον ἕτεραι ἑκατὸν ἦσαν , χωρὶς δὲ αἱ περὶ Ποτείδαιαν καὶ ἐν τοῖς ἄλλοις χωρίοις , ὥστε αἱ πᾶσαι ἅμα ἐγίγνοντο ἐν ἑνὶ θέρει διακόσιαι καὶ πεντήκοντα .
3.17.3 καὶ τὰ χρήματα τοῦτο μάλιστα ὑπανήλωσε μετὰ Ποτειδαίας .
3.17.4 τήν τε γὰρ Ποτείδαιαν δίδραχμοι ὁπλῖται ἐφρούρουν ( αὑτῷ γὰρ καὶ ὑπηρέτῃ δραχμὴν ἐλάμβανε τῆς ἡμέρας ) , τρισχίλιοι μὲν οἱ πρῶτοι , ὧν οὐκ ἐλάσσους διεπολιόρκησαν , ἑξακόσιοι δὲ καὶ χίλιοι μετὰ Φορμίωνος , οἳ προαπῆλθον · νῆές τε αἱ πᾶσαι τὸν αὐτὸν μισθὸν ἔφερον . τὰ μὲν οὖν χρήματα οὕτως ὑπανηλώθη τὸ πρῶτον , καὶ νῆες τοσαῦται δὴ πλεῖσται ἐπληρώθησαν . ]