2.92.1 τοὺς δ’ Ἀθηναίους ἰδόντας ταῦτα γιγνόμενα θάρσος τε ἔλαβε , καὶ ἀπὸ ἑνὸς κελεύσματος ἐμβοήσαντες ἐπ’ αὐτοὺς ὥρμησαν . οἱ δὲ διὰ τὰ ὑπάρχοντα ἁμαρτήματα καὶ τὴν παροῦσαν ἀταξίαν ὀλίγον μὲν χρόνον ὑπέμειναν , ἔπειτα δὲ ἐτράποντο ἐς τὸν Πάνορμον , ὅθενπερ ἀνηγάγοντο .
2.92.2 ἐπιδιώκοντες δὲ οἱ Ἀθηναῖοι τάς τε ἐγγὺς οὔσας μάλιστα ναῦς ἔλαβον ἓξ καὶ τὰς ἑαυτῶν ἀφείλοντο , ἃς ἐκεῖνοι πρὸς τῇ γῇ διαφθείραντες τὸ πρῶτον ἀνεδήσαντο · ἄνδρας τε τοὺς μὲν ἀπέκτειναν , τινὰς δὲ καὶ ἐζώγρησαν .
2.92.3 ἐπὶ δὲ τῆς Λευκαδίας νεώς , περὶ τὴν ὁλκάδα κατέδυ , Τιμοκράτης Λακεδαιμόνιος πλέων , ὡς ναῦς διεφθείρετο , ἔσφαξεν ἑαυτόν , καὶ ἐξέπεσεν ἐς τὸν Ναυπακτίων λιμένα .
2.92.4 ἀναχωρήσαντες δὲ οἱ Ἀθηναῖοι τροπαῖον ἔστησαν , ὅθεν ἀναγαγόμενοι ἐκράτησαν , καὶ τοὺς νεκροὺς καὶ τὰ ναυάγια ὅσα πρὸς τῇ ἑαυτῶν ἦν ἀνείλοντο , καὶ τοῖς ἐναντίοις τὰ ἐκείνων ὑπόσπονδα ἀπέδοσαν .
2.92.5 ἔστησαν δὲ καὶ οἱ Πελοποννήσιοι τροπαῖον ὡς νενικηκότες τῆς τροπῆς , ἃς πρὸς τῇ γῇ διέφθειραν ναῦς · καὶ ἥνπερ ἔλαβον ναῦν , ἀνέθεσαν ἐπὶ τὸ Ῥίον τὸ Ἀχαϊκὸν παρὰ τὸ τροπαῖον .
2.92.6 μετὰ δὲ ταῦτα φοβούμενοι τὴν ἀπὸ τῶν Ἀθηναίων βοήθειαν ὑπὸ νύκτα ἐσέπλευσαν ἐς τὸν κόλπον τὸν Κρισαῖον καὶ Κόρινθον ἅπαντες πλὴν Λευκαδίων .
2.92.7 καὶ οἱ ἐκ τῆς Κρήτης Ἀθηναῖοι ταῖς εἴκοσι ναυσίν , αἷς ἔδει πρὸ τῆς ναυμαχίας τῷ Φορμίωνι παραγενέσθαι , οὐ πολλῷ ὕστερον τῆς ἀναχωρήσεως τῶν νεῶν ἀφικνοῦνται ἐς τὴν Ναύπακτον . καὶ τὸ θέρος ἐτελεύτα .