2.86.6 ἔπειτα Κνῆμος καὶ Βρασίδας καὶ οἱ ἄλλοι τῶν Πελοποννησίων στρατηγοί , βουλόμενοι ἐν τάχει τὴν ναυμαχίαν ποιῆσαι πρίν τι καὶ ἀπὸ τῶν Ἀθηναίων ἐπιβοηθῆσαι , ξυνεκάλεσαν τοὺς στρατιώτας πρῶτον , καὶ ὁρῶντες αὐτῶν τοὺς πολλοὺς διὰ τὴν προτέραν ἧσσαν φοβουμένους καὶ οὐ προθύμους ὄντας παρεκελεύσαντο καὶ ἔλεξαν τοιάδε .
2.87.1 " μὲν γενομένη ναυμαχία , ἄνδρες Πελοποννήσιοι , εἴ τις ἄρα δι’ αὐτὴν ὑμῶν φοβεῖται τὴν μέλλουσαν , οὐχὶ δικαίαν ἔχει τέκμαρσιν τὸ ἐκφοβῆσαι .
2.87.2 τῇ τε γὰρ παρασκευῇ ἐνδεὴς ἐγένετο , ὥσπερ ἴστε , καὶ οὐχὶ ἐς ναυμαχίαν μᾶλλον ἐπὶ στρατείαν ἐπλέομεν · ξυνέβη δὲ καὶ τὰ ἀπὸ τῆς τύχης οὐκ ὀλίγα ἐναντιωθῆναι , καί πού τι καὶ ἀπειρία πρῶτον ναυμαχοῦντας ἔσφηλεν .
2.87.3 ὥστε οὐ κατὰ τὴν ἡμετέραν κακίαν τὸ ἡσσᾶσθαι προσεγένετο , οὐδὲ δίκαιον τῆς γνώμης τὸ μὴ κατὰ κράτος νικηθέν , ἔχον δέ τινα ἐν αὑτῷ ἀντιλογίαν , τῆς γε ξυμφορᾶς τῷ ἀποβάντι ἀμβλύνεσθαι , νομίσαι δὲ ταῖς μὲν τύχαις ἐνδέχεσθαι σφάλλεσθαι τοὺς ἀνθρώπους , ταῖς δὲ γνώμαις τοὺς αὐτοὺς αἰεὶ ὀρθῶς ἀνδρείους εἶναι , καὶ μὴ ἀπειρίαν τοῦ ἀνδρείου παρόντος προβαλλομένους εἰκότως ἂν ἔν τινι κακοὺς γενέσθαι .
2.87.4 ὑμῶν δὲ οὐδ’ ἀπειρία τοσοῦτον λείπεται ὅσον τόλμῃ προύχετε · τῶνδε δὲ ἐπιστήμη , ἣν μάλιστα φοβεῖσθε , ἀνδρείαν μὲν ἔχουσα καὶ μνήμην ἕξει ἐν τῷ δεινῷ ἐπιτελεῖν ἔμαθεν , ἄνευ δὲ εὐψυχίας οὐδεμία τέχνη πρὸς τοὺς κινδύνους ἰσχύει . φόβος γὰρ μνήμην ἐκπλήσσει , τέχνη δὲ ἄνευ ἀλκῆς οὐδὲν ὠφελεῖ .