2.77.3 φοροῦντες δὲ ὕλης φακέλους παρέβαλον ἀπὸ τοῦ χώματος ἐς τὸ μεταξὺ πρῶτον τοῦ τείχους καὶ τῆς προσχώσεως , ταχὺ δὲ πλήρους γενομένου διὰ πολυχειρίαν ἐπιπαρένησαν καὶ τῆς ἄλλης πόλεως ὅσον ἐδύναντο ἀπὸ τοῦ μετεώρου πλεῖστον ἐπισχεῖν , ἐμβαλόντες δὲ πῦρ ξὺν θείῳ καὶ πίσσῃ ἧψαν τὴν ὕλην .
2.77.4 καὶ ἐγένετο φλὸξ τοσαύτη ὅσην οὐδείς πω ἔς γε ἐκεῖνον τὸν χρόνον χειροποίητον εἶδεν · ἤδη γὰρ ἐν ὄρεσιν ὕλη τριφθεῖσα ὑπ’ ἀνέμων πρὸς αὑτὴν ἀπὸ ταὐτομάτου πῦρ καὶ φλόγα ἀπ’ αὐτοῦ ἀνῆκεν .
2.77.5 τοῦτο δὲ μέγα τε ἦν καὶ τοὺς Πλαταιᾶς τἆλλα διαφυγόντας ἐλαχίστου ἐδέησε διαφθεῖραι · ἐντὸς γὰρ πολλοῦ χωρίου τῆς πόλεως οὐκ ἦν πελάσαι , πνεῦμά τε εἰ ἐπεγένετο αὐτῇ ἐπίφορον , ὅπερ καὶ ἤλπιζον οἱ ἐναντίοι , οὐκ ἂν διέφυγον .
2.77.6 νῦν δὲ καὶ τόδε λέγεται ξυμβῆναι , ὕδωρ [ ἐξ οὐρανοῦ ] πολὺ καὶ βροντὰς γενομένας σβέσαι τὴν φλόγα καὶ οὕτω παυσθῆναι τὸν κίνδυνον .
2.78.1 οἱ δὲ Πελοποννήσιοι ἐπειδὴ καὶ τούτου διήμαρτον , μέρος μέν τι καταλιπόντες τοῦ στρατοῦ , τὸ δὲ πλέον ἀφέντες περιετείχιζον τὴν πόλιν κύκλῳ , διελόμενοι κατὰ πόλεις τὸ χωρίον · τάφρος δὲ ἐντός τε ἦν καὶ ἔξωθεν ἐξ ἧς ἐπλινθεύσαντο .
2.78.2 καὶ ἐπειδὴ πᾶν ἐξείργαστο περὶ ἀρκτούρου ἐπιτολάς , καταλιπόντες φυλακὰς τοῦ ἡμίσεος τείχους ( τὸ δὲ ἥμισυ Βοιωτοὶ ἐφύλασσον ) ἀνεχώρησαν τῷ στρατῷ καὶ διελύθησαν κατὰ πόλεις .