2.67.1 καὶ τοῦ αὐτοῦ θέρους τελευτῶντος Ἀριστεὺς Κορίνθιος καὶ Λακεδαιμονίων πρέσβεις Ἀνήριστος καὶ Νικόλαος καὶ Πρατόδαμος καὶ Τεγεάτης Τιμαγόρας καὶ Ἀργεῖος ἰδίᾳ Πόλλις , πορευόμενοι ἐς τὴν Ἀσίαν ὡς βασιλέα , εἴ πως πείσειαν αὐτὸν χρήματά τε παρασχεῖν καὶ ξυμπολεμεῖν , ἀφικνοῦνται ὡς Σιτάλκην πρῶτον τὸν Τήρεω ἐς Θρᾴκην , βουλόμενοι πεῖσαί τε αὐτόν , εἰ δύναιντο , μεταστάντα τῆς Ἀθηναίων ξυμμαχίας στρατεῦσαι ἐπὶ τὴν Ποτείδαιαν , οὗ ἦν στράτευμα τῶν Ἀθηναίων πολιορκοῦν , καὶ ᾗπερ ὥρμηντο , δι’ ἐκείνου πορευθῆναι πέραν τοῦ Ἑλλησπόντου ὡς Φαρνάκην τὸν Φαρναβάζου , ὃς αὐτοὺς ἔμελλεν ὡς βασιλέα ἀναπέμψειν .
2.67.2 παρατυχόντες δὲ Ἀθηναίων πρέσβεις Λέαρχος Καλλιμάχου καὶ Ἀμεινιάδης Φιλήμονος παρὰ τῷ Σιτάλκῃ πείθουσι τὸν Σάδοκον τὸν γεγενημένον Ἀθηναῖον , Σιτάλκου υἱόν , τοὺς ἄνδρας ἐγχειρίσαι σφίσιν , ὅπως μὴ διαβάντες ὡς βασιλέα τὴν ἐκείνου πόλιν τὸ μέρος βλάψωσιν .
2.67.3 δὲ πεισθεὶς πορευομένους αὐτοὺς διὰ τῆς Θρᾴκης ἐπὶ τὸ πλοῖον ἔμελλον τὸν Ἑλλήσποντον περαιώσειν , πρὶν ἐσβαίνειν ξυλλαμβάνει , ἄλλους ξυμπέμψας μετὰ τοῦ Λεάρχου καὶ Ἀμεινιάδου , καὶ ἐκέλευσεν ἐκείνοις παραδοῦναι · οἱ δὲ λαβόντες ἐκόμισαν ἐς τὰς Ἀθήνας .