2.42.4 τῶνδε δὲ οὔτε πλούτου τις τὴν ἔτι ἀπόλαυσιν προτιμήσας ἐμαλακίσθη οὔτε πενίας ἐλπίδι , ὡς κἂν ἔτι διαφυγὼν αὐτὴν πλουτήσειεν , ἀναβολὴν τοῦ δεινοῦ ἐποιήσατο · τὴν δὲ τῶν ἐναντίων τιμωρίαν ποθεινοτέραν αὐτῶν λαβόντες καὶ κινδύνων ἅμα τόνδε κάλλιστον νομίσαντες ἐβουλήθησαν μετ’ αὐτοῦ τοὺς μὲν τιμωρεῖσθαι , τῶν δὲ ἐφίεσθαι , ἐλπίδι μὲν τὸ ἀφανὲς τοῦ κατορθώσειν ἐπιτρέψαντες , ἔργῳ δὲ περὶ τοῦ ἤδη ὁρωμένου σφίσιν αὐτοῖς ἀξιοῦντες πεποιθέναι , καὶ ἐν αὐτῷ τῷ ἀμύνεσθαι καὶ παθεῖν μᾶλλον ἡγησάμενοι [ τὸ ] ἐνδόντες σῴζεσθαι , τὸ μὲν αἰσχρὸν τοῦ λόγου ἔφυγον , τὸ δ’ ἔργον τῷ σώματι ὑπέμειναν καὶ δι’ ἐλαχίστου καιροῦ τύχης ἅμα ἀκμῇ τῆς δόξης μᾶλλον τοῦ δέους ἀπηλλάγησαν .
2.43.1 " καὶ οἵδε μὲν προσηκόντως τῇ πόλει τοιοίδε ἐγένοντο · τοὺς δὲ λοιποὺς χρὴ ἀσφαλεστέραν μὲν εὔχεσθαι , ἀτολμοτέραν δὲ μηδὲν ἀξιοῦν τὴν ἐς τοὺς πολεμίους διάνοιαν ἔχειν , σκοποῦντας μὴ λόγῳ μόνῳ τὴν ὠφελίαν , ἣν ἄν τις πρὸς οὐδὲν χεῖρον αὐτοὺς ὑμᾶς εἰδότας μηκύνοι , λέγων ὅσα ἐν τῷ τοὺς πολεμίους ἀμύνεσθαι ἀγαθὰ ἔνεστιν , ἀλλὰ μᾶλλον τὴν τῆς πόλεως δύναμιν καθ’ ἡμέραν ἔργῳ θεωμένους καὶ ἐραστὰς γιγνομένους αὐτῆς , καὶ ὅταν ὑμῖν μεγάλη δόξῃ εἶναι , ἐνθυμουμένους ὅτι τολμῶντες καὶ γιγνώσκοντες τὰ δέοντα καὶ ἐν τοῖς ἔργοις αἰσχυνόμενοι ἄνδρες αὐτὰ ἐκτήσαντο , καὶ ὁπότε καὶ πείρᾳ του σφαλεῖεν , οὐκ οὖν καὶ τὴν πόλιν γε τῆς σφετέρας ἀρετῆς ἀξιοῦντες στερίσκειν , κάλλιστον δὲ ἔρανον αὐτῇ προϊέμενοι .