2.26.1 ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τοῦτον Ἀθηναῖοι τριάκοντα ναῦς ἐξέπεμψαν περὶ τὴν Λοκρίδα καὶ Εὐβοίας ἅμα φυλακήν · ἐστρατήγει δὲ αὐτῶν Κλεόπομπος Κλεινίου .
2.26.2 καὶ ἀποβάσεις ποιησάμενος τῆς τε παραθαλασσίου ἔστιν ἐδῄωσε καὶ Θρόνιον εἷλεν , ὁμήρους τε ἔλαβεν αὐτῶν , καὶ ἐν Ἀλόπῃ τοὺς βοηθήσαντας Λοκρῶν μάχῃ ἐκράτησεν .
2.27.1 ἀνέστησαν δὲ καὶ Αἰγινήτας τῷ αὐτῷ θέρει τούτῳ ἐξ Αἰγίνης Ἀθηναῖοι , αὐτούς τε καὶ παῖδας καὶ γυναῖκας , ἐπικαλέσαντες οὐχ ἥκιστα τοῦ πολέμου σφίσιν αἰτίους εἶναι · καὶ τὴν Αἴγιναν ἀσφαλέστερον ἐφαίνετο τῇ Πελοποννήσῳ ἐπικειμένην αὑτῶν πέμψαντας ἐποίκους ἔχειν . καὶ ἐξέπεμψαν ὕστερον οὐ πολλῷ ἐς αὐτὴν τοὺς οἰκήτορας .
2.27.2 ἐκπεσοῦσι δὲ τοῖς Αἰγινήταις οἱ Λακεδαιμόνιοι ἔδοσαν Θυρέαν οἰκεῖν καὶ τὴν γῆν νέμεσθαι , κατά τε τὸ Ἀθηναίων διάφορον καὶ ὅτι σφῶν εὐεργέται ἦσαν ὑπὸ τὸν σεισμὸν καὶ τῶν Εἱλώτων τὴν ἐπανάστασιν . δὲ Θυρεᾶτις γῆ μεθορία τῆς Ἀργείας καὶ Λακωνικῆς ἐστίν , ἐπὶ θάλασσαν καθήκουσα . καὶ οἱ μὲν αὐτῶν ἐνταῦθα ᾤκησαν , οἱ δ’ ἐσπάρησαν κατὰ τὴν ἄλλην Ἑλλάδα .
2.28.1 τοῦ δ’ αὐτοῦ θέρους νουμηνίᾳ κατὰ σελήνην , ὥσπερ καὶ μόνον δοκεῖ εἶναι γίγνεσθαι δυνατόν , ἥλιος ἐξέλιπε μετὰ μεσημβρίαν καὶ πάλιν ἀνεπληρώθη , γενόμενος μηνοειδὴς καὶ ἀστέρων τινῶν ἐκφανέντων .
2.29.1 καὶ ἐν τῷ αὐτῷ θέρει Νυμφόδωρον τὸν Πύθεω ἄνδρα Ἀβδηρίτην , οὗ εἶχε τὴν ἀδελφὴν Σιτάλκης , δυνάμενον παρ’ αὐτῷ μέγα οἱ Ἀθηναῖοι πρότερον πολέμιον νομίζοντες πρόξενον ἐποιήσαντο καὶ μετεπέμψαντο , βουλόμενοι Σιτάλκην σφίσι τὸν Τήρεω , Θρᾳκῶν βασιλέα , ξύμμαχον γενέσθαι .