2.23.2 ὄντων δὲ αὐτῶν ἐν τῇ γῇ οἱ Ἀθηναῖοι ἀπέστειλαν τὰς ἑκατὸν ναῦς περὶ Πελοπόννησον ἅσπερ παρεσκευάζοντο καὶ χιλίους ὁπλίτας ἐπ’ αὐτῶν καὶ τοξότας τετρακοσίους · ἐστρατήγει δὲ Καρκίνος τε Ξενοτίμου καὶ Πρωτέας Ἐπικλέους καὶ Σωκράτης Ἀντιγένους .
2.23.3 καὶ οἱ μὲν ἄραντες τῇ παρασκευῇ ταύτῃ περιέπλεον , οἱ δὲ Πελοποννήσιοι χρόνον ἐμμείναντες ἐν τῇ Ἀττικῇ ὅσου εἶχον τὰ ἐπιτήδεια ἀνεχώρησαν διὰ Βοιωτῶν , οὐχ ᾗπερ ἐσέβαλον · παριόντες δὲ Ὠρωπὸν τὴν γῆν τὴν Γραϊκὴν καλουμένην , ἣν νέμονται Ὠρώπιοι Ἀθηναίων ὑπήκοοι , ἐδῄωσαν . ἀφικόμενοι δὲ ἐς Πελοπόννησον διελύθησαν κατὰ πόλεις ἕκαστοι .
2.24.1 ἀναχωρησάντων δὲ αὐτῶν οἱ Ἀθηναῖοι φυλακὰς κατεστήσαντο κατὰ γῆν καὶ κατὰ θάλασσαν , ὥσπερ δὴ ἔμελλον διὰ παντὸς τοῦ πολέμου φυλάξειν · καὶ χίλια τάλαντα ἀπὸ τῶν ἐν τῇ ἀκροπόλει χρημάτων ἔδοξεν αὐτοῖς ἐξαίρετα ποιησαμένοις χωρὶς θέσθαι καὶ μὴ ἀναλοῦν , ἀλλ’ ἀπὸ τῶν ἄλλων πολεμεῖν · ἢν δέ τις εἴπῃ ἐπιψηφίσῃ κινεῖν τὰ χρήματα ταῦτα ἐς ἄλλο τι , ἢν μὴ οἱ πολέμιοι νηίτῃ στρατῷ ἐπιπλέωσι τῇ πόλει καὶ δέῃ ἀμύνασθαι , θάνατον ζημίαν ἐπέθεντο .
2.24.2 τριήρεις τε μετ’ αὐτῶν ἐξαιρέτους ἑκατὸν ἐποιήσαντο κατὰ τὸν ἐνιαυτὸν ἕκαστον τὰς βελτίστας , καὶ τριηράρχους αὐταῖς , ὧν μὴ χρῆσθαι μηδεμιᾷ ἐς ἄλλο τι μετὰ τῶν χρημάτων περὶ τοῦ αὐτοῦ κινδύνου , ἢν δέῃ .