2.7.3 Ἀθηναῖοι δὲ τήν τε ὑπάρχουσαν ξυμμαχίαν ἐξήταζον καὶ ἐς τὰ περὶ Πελοπόννησον μᾶλλον χωρία ἐπρεσβεύοντο , Κέρκυραν καὶ Κεφαλληνίαν καὶ Ἀκαρνᾶνας καὶ Ζάκυνθον , ὁρῶντες , εἰ σφίσι φίλια ταῦτ’ εἴη βεβαίως , πέριξ τὴν Πελοπόννησον καταπολεμήσοντες .
2.8.1 ὀλίγον τε ἐπενόουν οὐδὲν ἀμφότεροι , ἀλλ’ ἔρρωντο ἐς τὸν πόλεμον οὐκ ἀπεικότως · ἀρχόμενοι γὰρ πάντες ὀξύτερον ἀντιλαμβάνονται , τότε δὲ καὶ νεότης πολλὴ μὲν οὖσα ἐν τῇ Πελοποννήσῳ , πολλὴ δ’ ἐν ταῖς Ἀθήναις οὐκ ἀκουσίως ὑπὸ ἀπειρίας ἥπτετο τοῦ πολέμου , τε ἄλλη Ἑλλὰς ἅπασα μετέωρος ἦν ξυνιουσῶν τῶν πρώτων πόλεων .
2.8.2 καὶ πολλὰ μὲν λόγια ἐλέγετο , πολλὰ δὲ χρησμολόγοι ᾖδον ἔν τε τοῖς μέλλουσι πολεμήσειν καὶ ἐν ταῖς ἄλλαις πόλεσιν .
2.8.3 ἔτι δὲ Δῆλος ἐκινήθη ὀλίγον πρὸ τούτων , πρότερον οὔπω σεισθεῖσα ἀφ’ οὗ Ἕλληνες μέμνηνται · ἐλέγετο δὲ καὶ ἐδόκει ἐπὶ τοῖς μέλλουσι γενήσεσθαι σημῆναι . εἴ τέ τι ἄλλο τοιουτότροπον ξυνέβη γενέσθαι , πάντα ἀνεζητεῖτο .
2.8.4 δὲ εὔνοια παρὰ πολὺ ἐποίει τῶν ἀνθρώπων μᾶλλον ἐς τοὺς Λακεδαιμονίους , ἄλλως τε καὶ προειπόντων ὅτι τὴν Ἑλλάδα ἐλευθεροῦσιν . ἔρρωτό τε πᾶς καὶ ἰδιώτης καὶ πόλις εἴ τι δύναιτο καὶ λόγῳ καὶ ἔργῳ ξυνεπιλαμβάνειν αὐτοῖς · ἐν τούτῳ τε κεκωλῦσθαι ἐδόκει ἑκάστῳ τὰ πράγματα μή τις αὐτὸς παρέσται .
2.8.5 οὕτως 〈ἐν〉 ὀργῇ εἶχον οἱ πλείους τοὺς Ἀθηναίους , οἱ μὲν τῆς ἀρχῆς ἀπολυθῆναι βουλόμενοι , οἱ δὲ μὴ ἀρχθῶσι φοβούμενοι .
2.9.1 παρασκευῇ μὲν οὖν καὶ γνώμῃ τοιαύτῃ ὥρμηντο , πόλεις δὲ ἑκάτεροι τάσδε ἔχοντες ξυμμάχους ἐς τὸν πόλεμον καθίσταντο .