2.5.4 ὡς δ’ ᾔσθοντο οἱ Θηβαῖοι τὸ γεγενημένον , ἐπεβούλευον τοῖς ἔξω τῆς πόλεως τῶν Πλαταιῶν · ἦσαν γὰρ καὶ ἄνθρωποι κατὰ τοὺς ἀγροὺς καὶ κατασκευή , οἷα ἀπροσδοκήτου κακοῦ ἐν εἰρήνῃ γενομένου · ἐβούλοντο γὰρ σφίσιν , εἴ τινα λάβοιεν , ὑπάρχειν ἀντὶ τῶν ἔνδον , ἢν ἄρα τύχωσί τινες ἐζωγρημένοι . καὶ οἱ μὲν ταῦτα διενοοῦντο ,
2.5.5 οἱ δὲ Πλαταιῆς ἔτι διαβουλευομένων αὐτῶν ὑποτοπήσαντες τοιοῦτόν τι ἔσεσθαι καὶ δείσαντες περὶ τοῖς ἔξω κήρυκα ἐξέπεμψαν παρὰ τοὺς Θηβαίους , λέγοντες ὅτι οὔτε τὰ πεποιημένα ὅσια δράσειαν ἐν σπονδαῖς σφῶν πειράσαντες καταλαβεῖν τὴν πόλιν , τά τε ἔξω ἔλεγον αὐτοῖς μὴ ἀδικεῖν · εἰ δὲ μή , καὶ αὐτοὶ ἔφασαν αὐτῶν τοὺς ἄνδρας ἀποκτενεῖν οὓς ἔχουσι ζῶντας · ἀναχωρησάντων δὲ πάλιν ἐκ τῆς γῆς ἀποδώσειν αὐτοῖς τοὺς ἄνδρας .
2.5.6 Θηβαῖοι μὲν ταῦτα λέγουσι καὶ ἐπομόσαι φασὶν αὐτούς · Πλαταιῆς δ’ οὐχ ὁμολογοῦσι τοὺς ἄνδρας εὐθὺς ὑποσχέσθαι ἀποδώσειν , ἀλλὰ λόγων πρῶτον γενομένων ἤν τι ξυμβαίνωσι , καὶ ἐπομόσαι οὔ φασιν .
2.5.7 ἐκ δ’ οὖν τῆς γῆς ἀνεχώρησαν οἱ Θηβαῖοι οὐδὲν ἀδικήσαντες · οἱ δὲ Πλαταιῆς ἐπειδὴ τὰ ἐκ τῆς χώρας κατὰ τάχος ἐσεκομίσαντο , ἀπέκτειναν τοὺς ἄνδρας εὐθύς . ἦσαν δὲ ὀγδοήκοντα καὶ ἑκατὸν οἱ ληφθέντες , καὶ Εὐρύμαχος εἷς αὐτῶν ἦν , πρὸς ὃν ἔπραξαν οἱ προδιδόντες .
2.6.1 τοῦτο δὲ ποιήσαντες ἔς τε τὰς Ἀθήνας ἄγγελον ἔπεμπον καὶ τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδοσαν τοῖς Θηβαίοις , τά τε ἐν τῇ πόλει καθίσταντο πρὸς τὰ παρόντα ἐδόκει αὐτοῖς .