2.3.3 ἐδόκει οὖν ἐπιχειρητέα εἶναι , καὶ ξυνελέγοντο διορύσσοντες τοὺς κοινοὺς τοίχους παρ’ ἀλλήλους , ὅπως μὴ διὰ τῶν ὁδῶν φανεροὶ ὦσιν ἰόντες , ἁμάξας τε ἄνευ τῶν ὑποζυγίων ἐς τὰς ὁδοὺς καθίστασαν , ἵνα ἀντὶ τείχους , καὶ τἆλλα ἐξήρτυον ἕκαστον ἐφαίνετο πρὸς τὰ παρόντα ξύμφορον ἔσεσθαι .
2.3.4 ἐπεὶ δὲ ὡς ἐκ τῶν δυνατῶν ἑτοῖμα ἦν , φυλάξαντες ἔτι νύκτα καὶ αὐτὸ τὸ περίορθρον ἐχώρουν ἐκ τῶν οἰκιῶν ἐπ’ αὐτούς , ὅπως μὴ κατὰ φῶς θαρσαλεωτέροις οὖσι προσφέροιντο καὶ σφίσιν ἐκ τοῦ ἴσου γίγνωνται , ἀλλ’ ἐν νυκτὶ φοβερώτεροι ὄντες ἥσσους ὦσι τῆς σφετέρας ἐμπειρίας τῆς κατὰ τὴν πόλιν . προσέβαλόν τε εὐθὺς καὶ ἐς χεῖρας ᾖσαν κατὰ τάχος .
2.4.1 οἱ δ’ ὡς ἔγνωσαν ἐξηπατημένοι , ξυνεστρέφοντό τε ἐν σφίσιν αὐτοῖς καὶ τὰς προσβολὰς προσπίπτοιεν ἀπεωθοῦντο .
2.4.2 καὶ δὶς μὲν τρὶς ἀπεκρούσαντο , ἔπειτα πολλῷ θορύβῳ αὐτῶν τε προσβαλόντων καὶ τῶν γυναικῶν καὶ τῶν οἰκετῶν ἅμα ἀπὸ τῶν οἰκιῶν κραυγῇ τε καὶ ὀλολυγῇ χρωμένων λίθοις τε καὶ κεράμῳ βαλλόντων , καὶ ὑετοῦ ἅμα διὰ νυκτὸς πολλοῦ ἐπιγενομένου , ἐφοβήθησαν καὶ τραπόμενοι ἔφευγον διὰ τῆς πόλεως , ἄπειροι μὲν ὄντες οἱ πλείους ἐν σκότῳ καὶ πηλῷ τῶν διόδων χρὴ σωθῆναι ( καὶ γὰρ τελευτῶντος τοῦ μηνὸς τὰ γιγνόμενα ἦν ) , ἐμπείρους δὲ ἔχοντες τοὺς διώκοντας τοῦ μὴ ἐκφεύγειν , ὥστε διεφθείροντο οἱ πολλοί .
2.4.3 τῶν δὲ Πλαταιῶν τις τὰς πύλας ἐσῆλθον καὶ αἵπερ ἦσαν μόναι ἀνεῳγμέναι ἔκλῃσε στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενος ἐς τὸν μοχλόν , ὥστε μηδὲ ταύτῃ ἔξοδον ἔτι εἶναι .