1.141.5 αἱ δὲ περιουσίαι τοὺς πολέμους μᾶλλον αἱ βίαιοι ἐσφοραὶ ἀνέχουσιν . σώμασί τε ἑτοιμότεροι οἱ αὐτουργοὶ τῶν ἀνθρώπων χρήμασι πολεμεῖν , τὸ μὲν πιστὸν ἔχοντες ἐκ τῶν κινδύνων κἂν περιγενέσθαι , τὸ δὲ οὐ βέβαιον μὴ οὐ προαναλώσειν , ἄλλως τε κἂν παρὰ δόξαν , ὅπερ εἰκός , πόλεμος αὐτοῖς μηκύνηται .
1.141.6 μάχῃ μὲν γὰρ μιᾷ πρὸς ἅπαντας Ἕλληνας δυνατοὶ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἀντισχεῖν , πολεμεῖν δὲ μὴ πρὸς ὁμοίαν ἀντιπαρασκευὴν ἀδύνατοι , ὅταν μήτε βουλευτηρίῳ ἑνὶ χρώμενοι παραχρῆμά τι ὀξέως ἐπιτελῶσι πάντες τε ἰσόψηφοι ὄντες καὶ οὐχ ὁμόφυλοι τὸ ἐφ’ ἑαυτὸν ἕκαστος σπεύδῃ · ἐξ ὧν φιλεῖ μηδὲν ἐπιτελὲς γίγνεσθαι .
1.141.7 καὶ γὰρ οἱ μὲν ὡς μάλιστα τιμωρήσασθαί τινα βούλονται , οἱ δὲ ὡς ἥκιστα τὰ οἰκεῖα φθεῖραι . χρόνιοί τε ξυνιόντες ἐν βραχεῖ μὲν μορίῳ σκοποῦσί τι τῶν κοινῶν , τῷ δὲ πλέονι τὰ οἰκεῖα πράσσουσι , καὶ ἕκαστος οὐ παρὰ τὴν ἑαυτοῦ ἀμέλειαν οἴεται βλάψειν , μέλειν δέ τινι καὶ ἄλλῳ ὑπὲρ ἑαυτοῦ τι προϊδεῖν , ὥστε τῷ αὐτῷ ὑπὸ ἁπάντων ἰδίᾳ δοξάσματι λανθάνειν τὸ κοινὸν ἁθρόον φθειρόμενον .
1.142.1 " μέγιστον δέ , τῇ τῶν χρημάτων σπάνει κωλύσονται , ὅταν σχολῇ αὐτὰ ποριζόμενοι διαμέλλωσιν · τοῦ δὲ πολέμου οἱ καιροὶ οὐ μενετοί .
1.142.2 καὶ μὴν οὐδ’ ἐπιτείχισις οὐδὲ τὸ ναυτικὸν αὐτῶν ἄξιον φοβηθῆναι .
1.142.3 τὴν μὲν γὰρ χαλεπὸν καὶ ἐν εἰρήνῃ πόλιν ἀντίπαλον κατασκευάσασθαι , που δὴ ἐν πολεμίᾳ τε καὶ οὐχ ἧσσον ἐκείνοις ἡμῶν ἀντεπιτετειχισμένων ·