1.139.4 καὶ παριόντες ἄλλοι τε πολλοὶ ἔλεγον ἐπ’ ἀμφότερα γιγνόμενοι ταῖς γνώμαις καὶ ὡς χρὴ πολεμεῖν καὶ ὡς μὴ ἐμπόδιον εἶναι τὸ ψήφισμα εἰρήνης , ἀλλὰ καθελεῖν , καὶ παρελθὼν Περικλῆς Ξανθίππου , ἀνὴρ κατ’ ἐκεῖνον τὸν χρόνον πρῶτος Ἀθηναίων , λέγειν τε καὶ πράσσειν δυνατώτατος , παρῄνει τοιάδε .
1.140.1 " τῆς μὲν γνώμης , Ἀθηναῖοι , αἰεὶ τῆς αὐτῆς ἔχομαι , μὴ εἴκειν Πελοποννησίοις , καίπερ εἰδὼς τοὺς ἀνθρώπους οὐ τῇ αὐτῇ ὀργῇ ἀναπειθομένους τε πολεμεῖν καὶ ἐν τῷ ἔργῳ πράσσοντας , πρὸς δὲ τὰς ξυμφορὰς καὶ τὰς γνώμας τρεπομένους . ὁρῶ δὲ καὶ νῦν ὁμοῖα καὶ παραπλήσια ξυμβουλευτέα μοι ὄντα , καὶ τοὺς ἀναπειθομένους ὑμῶν δικαιῶ τοῖς κοινῇ δόξασιν , ἢν ἄρα τι καὶ σφαλλώμεθα , βοηθεῖν , μηδὲ κατορθοῦντας τῆς ξυνέσεως μεταποιεῖσθαι . ἐνδέχεται γὰρ τὰς ξυμφορὰς τῶν πραγμάτων οὐχ ἧσσον ἀμαθῶς χωρῆσαι καὶ τὰς διανοίας τοῦ ἀνθρώπου · δι’ ὅπερ καὶ τὴν τύχην , ὅσα ἂν παρὰ λόγον ξυμβῇ , εἰώθαμεν αἰτιᾶσθαι .
1.140.2 " Λακεδαιμόνιοι δὲ πρότερόν τε δῆλοι ἦσαν ἐπιβουλεύοντες ἡμῖν καὶ νῦν οὐχ ἥκιστα . εἰρημένον γὰρ δίκας μὲν τῶν διαφορῶν ἀλλήλοις διδόναι καὶ δέχεσθαι , ἔχειν δὲ ἑκατέρους ἔχομεν , οὔτε αὐτοὶ δίκας πω ᾔτησαν οὔτε ἡμῶν διδόντων δέχονται , βούλονται δὲ πολέμῳ μᾶλλον λόγοις τὰ ἐγκλήματα διαλύεσθαι , καὶ ἐπιτάσσοντες ἤδη καὶ οὐκέτι αἰτιώμενοι πάρεισιν .
1.140.3 Ποτειδαίας τε γὰρ ἀπανίστασθαι κελεύουσι καὶ Αἴγιναν αὐτόνομον ἀφιέναι καὶ τὸ Μεγαρέων ψήφισμα καθαιρεῖν · οἱ δὲ τελευταῖοι οἵδε ἥκοντες καὶ τοὺς Ἕλληνας προαγορεύουσιν αὐτονόμους ἀφιέναι .