1.132.4 ἐπυνθάνοντο δὲ καὶ ἐς τοὺς Εἵλωτας πράσσειν τι αὐτόν , καὶ ἦν δὲ οὕτως · ἐλευθέρωσίν τε γὰρ ὑπισχνεῖτο αὐτοῖς καὶ πολιτείαν , ἢν ξυνεπαναστῶσι καὶ τὸ πᾶν ξυγκατεργάσωνται .
1.132.5 ἀλλ’ οὐδ’ ὣς οὐδὲ τῶν Εἱλώτων μηνυταῖς τισὶ πιστεύσαντες ἠξίωσαν νεώτερόν τι ποιεῖν ἐς αὐτόν , χρώμενοι τῷ τρόπῳ ᾧπερ εἰώθασιν ἐς σφᾶς αὐτούς , μὴ ταχεῖς εἶναι περὶ ἀνδρὸς Σπαρτιάτου ἄνευ ἀναμφισβητήτων τεκμηρίων βουλεῦσαί τι ἀνήκεστον , πρίν γε δὴ αὐτοῖς , ὡς λέγεται , μέλλων τὰς τελευταίας βασιλεῖ ἐπιστολὰς πρὸς Ἀρτάβαζον κομιεῖν , ἀνὴρ Ἀργίλιος , παιδικά ποτε ὢν αὐτοῦ καὶ πιστότατος ἐκείνῳ , μηνυτὴς γίγνεται , δείσας κατὰ ἐνθύμησίν τινα ὅτι οὐδείς πω τῶν πρὸ ἑαυτοῦ ἀγγέλων πάλιν ἀφίκετο , καὶ παρασημηνάμενος σφραγῖδα , ἵνα , ἢν ψευσθῇ τῆς δόξης καὶ ἐκεῖνός τι μεταγράψαι αἰτήσῃ , μὴ ἐπιγνῷ , λύει τὰς ἐπιστολάς , ἐν αἷς ὑπονοήσας τι τοιοῦτον προσεπεστάλθαι καὶ αὑτὸν ηὗρεν ἐγγεγραμμένον κτείνειν .