1.111.1 ἐκ δὲ Θεσσαλίας Ὀρέστης Ἐχεκρατίδου υἱὸς τοῦ Θεσσαλῶν βασιλέως φεύγων ἔπεισεν Ἀθηναίους ἑαυτὸν κατάγειν · καὶ παραλαβόντες Βοιωτοὺς καὶ Φωκέας ὄντας ξυμμάχους οἱ Ἀθηναῖοι ἐστράτευσαν τῆς Θεσσαλίας ἐπὶ Φάρσαλον . καὶ τῆς μὲν γῆς ἐκράτουν ὅσα μὴ προϊόντες πολὺ ἐκ τῶν ὅπλων ( οἱ γὰρ ἱππῆς τῶν Θεσσαλῶν εἶργον ) , τὴν δὲ πόλιν οὐχ εἷλον , οὐδ’ ἄλλο προυχώρει αὐτοῖς οὐδὲν ὧν ἕνεκα ἐστράτευσαν , ἀλλ’ ἀπεχώρησαν πάλιν Ὀρέστην ἔχοντες ἄπρακτοι .
1.111.2 μετὰ δὲ ταῦτα οὐ πολλῷ ὕστερον χίλιοι Ἀθηναίων ἐπὶ τὰς ναῦς τὰς ἐν Πηγαῖς ἐπιβάντες ( εἶχον δ’ αὐτοὶ τὰς Πηγάς ) παρέπλευσαν ἐς Σικυῶνα Περικλέους τοῦ Ξανθίππου στρατηγοῦντος , καὶ ἀποβάντες Σικυωνίων τοὺς προσμείξαντας μάχῃ ἐκράτησαν .
1.111.3 καὶ εὐθὺς παραλαβόντες Ἀχαιοὺς καὶ διαπλεύσαντες πέραν τῆς Ἀκαρνανίας ἐς Οἰνιάδας ἐστράτευσαν καὶ ἐπολιόρκουν , οὐ μέντοι εἷλόν γε , ἀλλ’ ἀπεχώρησαν ἐπ’ οἴκου .
1.112.1 ὕστερον δὲ διαλιπόντων ἐτῶν τριῶν σπονδαὶ γίγνονται Πελοποννησίοις καὶ Ἀθηναίοις πεντέτεις .
1.112.2 καὶ Ἑλληνικοῦ μὲν πολέμου ἔσχον οἱ Ἀθηναῖοι , ἐς δὲ Κύπρον ἐστρατεύοντο ναυσὶ διακοσίαις αὑτῶν τε καὶ τῶν ξυμμάχων Κίμωνος στρατηγοῦντος .
1.112.3 καὶ ἑξήκοντα μὲν νῆες ἐς Αἴγυπτον ἀπ’ αὐτῶν ἔπλευσαν , Ἀμυρταίου μεταπέμποντος τοῦ ἐν τοῖς ἕλεσι βασιλέως , αἱ δὲ ἄλλαι Κίτιον ἐπολιόρκουν .
1.112.4 Κίμωνος δὲ ἀποθανόντος καὶ λιμοῦ γενομένου ἀπεχώρησαν ἀπὸ Κιτίου , καὶ πλεύσαντες ὑπὲρ Σαλαμῖνος τῆς ἐν Κύπρῳ Φοίνιξι καὶ Κυπρίοις καὶ Κίλιξιν ἐναυμάχησαν καὶ ἐπεζομάχησαν ἅμα , καὶ νικήσαντες ἀμφότερα ἀπεχώρησαν ἐπ’ οἴκου καὶ αἱ ἐξ Αἰγύπτου νῆες πάλιν [ αἱ ] ἐλθοῦσαι μετ’ αὐτῶν .