1.102.2 μάλιστα δ’ αὐτοὺς ἐπεκαλέσαντο ὅτι τειχομαχεῖν ἐδόκουν δυνατοὶ εἶναι , τοῖς δὲ πολιορκίας μακρᾶς καθεστηκυίας τούτου ἐνδεᾶ ἐφαίνετο · βίᾳ γὰρ ἂν εἷλον τὸ χωρίον .
1.102.3 καὶ διαφορὰ ἐκ ταύτης τῆς στρατείας πρῶτον Λακεδαιμονίοις καὶ Ἀθηναίοις φανερὰ ἐγένετο . οἱ γὰρ Λακεδαιμόνιοι , ἐπειδὴ τὸ χωρίον βίᾳ οὐχ ἡλίσκετο , δείσαντες τῶν Ἀθηναίων τὸ τολμηρὸν καὶ τὴν νεωτεροποιίαν , καὶ ἀλλοφύλους ἅμα ἡγησάμενοι , μή τι , ἢν παραμείνωσιν , ὑπὸ τῶν ἐν Ἰθώμῃ πεισθέντες νεωτερίσωσι , μόνους τῶν ξυμμάχων ἀπέπεμψαν , τὴν μὲν ὑποψίαν οὐ δηλοῦντες , εἰπόντες δὲ ὅτι οὐδὲν προσδέονται αὐτῶν ἔτι .
1.102.4 οἱ δ’ Ἀθηναῖοι ἔγνωσαν οὐκ ἐπὶ τῷ βελτίονι λόγῳ ἀποπεμπόμενοι , ἀλλά τινος ὑπόπτου γενομένου , καὶ δεινὸν ποιησάμενοι καὶ οὐκ ἀξιώσαντες ὑπὸ Λακεδαιμονίων τοῦτο παθεῖν , εὐθὺς ἐπειδὴ ἀνεχώρησαν , ἀφέντες τὴν γενομένην ἐπὶ τῷ Μήδῳ ξυμμαχίαν πρὸς αὐτοὺς Ἀργείοις τοῖς ἐκείνων πολεμίοις ξύμμαχοι ἐγένοντο , καὶ πρὸς Θεσσαλοὺς ἅμα ἀμφοτέροις οἱ αὐτοὶ ὅρκοι καὶ ξυμμαχία κατέστη .
1.103.1 οἱ δ’ ἐν Ἰθώμῃ δεκάτῳ ἔτει , ὡς οὐκέτι ἐδύναντο ἀντέχειν , ξυνέβησαν πρὸς τοὺς Λακεδαιμονίους ἐφ’ ἐξίασιν ἐκ Πελοποννήσου ὑπόσπονδοι καὶ μηδέποτε ἐπιβήσονται αὐτῆς · ἢν δέ τις ἁλίσκηται , τοῦ λαβόντος εἶναι δοῦλον .
1.103.2 ἦν δέ τι καὶ χρηστήριον τοῖς Λακεδαιμονίοις Πυθικὸν πρὸ τοῦ , τὸν ἱκέτην τοῦ Διὸς τοῦ Ἰθωμήτα ἀφιέναι .
1.103.3 ἐξῆλθον δὲ αὐτοὶ καὶ παῖδες καὶ γυναῖκες , καὶ αὐτοὺς οἱ Ἀθηναῖοι δεξάμενοι κατ’ ἔχθος ἤδη τὸ Λακεδαιμονίων ἐς Ναύπακτον κατῴκισαν , ἣν ἔτυχον ᾑρηκότες νεωστὶ Λοκρῶν τῶν Ὀζολῶν ἐχόντων .