1.71.1 " ταύτης μέντοι τοιαύτης ἀντικαθεστηκυίας πόλεως , Λακεδαιμόνιοι , διαμέλλετε καὶ οἴεσθε τὴν ἡσυχίαν οὐ τούτοις τῶν ἀνθρώπων ἐπὶ πλεῖστον ἀρκεῖν οἳ ἂν τῇ μὲν παρασκευῇ δίκαια πράσσωσι , τῇ δὲ γνώμῃ , ἢν ἀδικῶνται , δῆλοι ὦσι μὴ ἐπιτρέψοντες , ἀλλ’ ἐπὶ τῷ μὴ λυπεῖν τε τοὺς ἄλλους καὶ αὐτοὶ ἀμυνόμενοι μὴ βλάπτεσθαι τὸ ἴσον νέμετε .
1.71.2 μόλις δ’ ἂν πόλει ὁμοίᾳ παροικοῦντες ἐτυγχάνετε τούτου · νῦν δ’ , ὅπερ καὶ ἄρτι ἐδηλώσαμεν , ἀρχαιότροπα ὑμῶν τὰ ἐπιτηδεύματα πρὸς αὐτούς ἐστιν .
1.71.3 ἀνάγκη δὲ ὥσπερ τέχνης αἰεὶ τὰ ἐπιγιγνόμενα κρατεῖν · καὶ ἡσυχαζούσῃ μὲν πόλει τὰ ἀκίνητα νόμιμα ἄριστα , πρὸς πολλὰ δὲ ἀναγκαζομένοις ἰέναι πολλῆς καὶ τῆς ἐπιτεχνήσεως δεῖ . δι’ ὅπερ καὶ τὰ τῶν Ἀθηναίων ἀπὸ τῆς πολυπειρίας ἐπὶ πλέον ὑμῶν κεκαίνωται .
1.71.4 μέχρι μὲν οὖν τοῦδε ὡρίσθω ὑμῶν βραδυτής · νῦν δὲ τοῖς τε ἄλλοις καὶ Ποτειδεάταις , ὥσπερ ὑπεδέξασθε , βοηθήσατε κατὰ τάχος ἐσβαλόντες ἐς τὴν Ἀττικήν , ἵνα μὴ ἄνδρας τε φίλους καὶ ξυγγενεῖς τοῖς ἐχθίστοις προῆσθε καὶ ἡμᾶς τοὺς ἄλλους ἀθυμίᾳ πρὸς ἑτέραν τινὰ ξυμμαχίαν τρέψητε .
1.71.5 δρῷμεν δ’ ἂν ἄδικον οὐδὲν οὔτε πρὸς θεῶν τῶν ὁρκίων οὔτε πρὸς ἀνθρώπων τῶν αἰσθανομένων · λύουσι γὰρ σπονδὰς οὐχ οἱ δι’ ἐρημίαν ἄλλοις προσιόντες , ἀλλ’ οἱ μὴ βοηθοῦντες οἷς ἂν ξυνομόσωσιν .
1.71.6 βουλομένων δὲ ὑμῶν προθύμων εἶναι μενοῦμεν · οὔτε γὰρ ὅσια ἂν ποιοῖμεν μεταβαλλόμενοι οὔτε ξυνηθεστέρους ἂν ἄλλους εὕροιμεν .
1.71.7 πρὸς τάδε βουλεύεσθε εὖ καὶ τὴν Πελοπόννησον πειρᾶσθε μὴ ἐλάσσω ἐξηγεῖσθαι οἱ πατέρες ὑμῖν παρέδοσαν . "