1.64.1 τὸ δὲ ἐκ τοῦ ἰσθμοῦ [ τεῖχος ] εὐθὺς οἱ Ἀθηναῖοι ἀποτειχίσαντες ἐφρούρουν · τὸ δ’ ἐς τὴν Παλλήνην ἀτείχιστον ἦν · οὐ γὰρ ἱκανοὶ ἐνόμιζον εἶναι ἔν τε τῷ ἰσθμῷ φρουρεῖν καὶ ἐς τὴν Παλλήνην διαβάντες τειχίζειν , δεδιότες μὴ σφίσιν οἱ Ποτειδεᾶται καὶ οἱ ξύμμαχοι γενομένοις δίχα ἐπίθωνται .
1.64.2 καὶ πυνθανόμενοι οἱ ἐν τῇ πόλει Ἀθηναῖοι τὴν Παλλήνην ἀτείχιστον οὖσαν , χρόνῳ ὕστερον πέμπουσιν ἑξακοσίους καὶ χιλίους ὁπλίτας ἑαυτῶν καὶ Φορμίωνα τὸν Ἀσωπίου στρατηγόν · ὃς ἀφικόμενος ἐς τὴν Παλλήνην καὶ ἐξ Ἀφύτιος ὁρμώμενος προσήγαγε τῇ Ποτειδαίᾳ τὸν στρατὸν κατὰ βραχὺ προϊὼν καὶ κείρων ἅμα τὴν γῆν , ὡς δὲ οὐδεὶς ἐπεξῄει ἐς μάχην , ἀπετείχισε τὸ ἐκ τῆς Παλλήνης [ τεῖχος ] .
1.64.3 καὶ οὕτως ἤδη κατὰ κράτος Ποτείδαια ἀμφοτέρωθεν ἐπολιορκεῖτο καὶ ἐκ θαλάσσης ναυσὶν ἅμα ἐφορμούσαις .
1.65.1 Ἀριστεὺς δὲ ἀποτειχισθείσης αὐτῆς καὶ ἐλπίδα οὐδεμίαν ἔχων σωτηρίας , ἢν μή τι ἀπὸ Πελοποννήσου ἄλλο παρὰ λόγον γίγνηται , ξυνεβούλευε μὲν πλὴν πεντακοσίων ἄνεμον τηρήσασι τοῖς ἄλλοις ἐκπλεῦσαι , ὅπως ἐπὶ πλέον σῖτος ἀντίσχῃ , καὶ αὐτὸς ἤθελε τῶν μενόντων εἶναι · ὡς δ’ οὐκ ἔπειθε , βουλόμενος τὰ ἐπὶ τούτοις παρασκευάζειν καὶ ὅπως τὰ ἔξωθεν ἕξει ὡς ἄριστα , ἔκπλουν ποιεῖται λαθὼν τὴν φυλακὴν τῶν Ἀθηναίων .
1.65.2 καὶ παραμένων ἐν Χαλκιδεῦσι τά τε ἄλλα ξυνεπολέμει καὶ Σερμυλιῶν λοχήσας πρὸς τῇ πόλει πολλοὺς διέφθειρεν , ἔς τε τὴν Πελοπόννησον ἔπρασσεν ὅπῃ ὠφελία τις γενήσεται .