1.18.2 δεκάτῳ δὲ ἔτει μετ’ αὐτὴν αὖθις βάρβαρος τῷ μεγάλῳ στόλῳ ἐπὶ τὴν Ἑλλάδα δουλωσόμενος ἦλθεν . καὶ μεγάλου κινδύνου ἐπικρεμασθέντος οἵ τε Λακεδαιμόνιοι τῶν ξυμπολεμησάντων Ἑλλήνων ἡγήσαντο δυνάμει προύχοντες , καὶ οἱ Ἀθηναῖοι ἐπιόντων τῶν Μήδων διανοηθέντες ἐκλιπεῖν τὴν πόλιν καὶ ἀνασκευασάμενοι ἐς τὰς ναῦς ἐσβάντες ναυτικοὶ ἐγένοντο . κοινῇ τε ἀπωσάμενοι τὸν βάρβαρον , ὕστερον οὐ πολλῷ διεκρίθησαν πρός τε Ἀθηναίους καὶ Λακεδαιμονίους οἵ τε ἀποστάντες βασιλέως Ἕλληνες καὶ οἱ ξυμπολεμήσαντες . δυνάμει γὰρ ταῦτα μέγιστα διεφάνη · ἴσχυον γὰρ οἱ μὲν κατὰ γῆν , οἱ δὲ ναυσίν .
1.18.3 καὶ ὀλίγον μὲν χρόνον ξυνέμεινεν ὁμαιχμία , ἔπειτα διενεχθέντες οἱ Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι ἐπολέμησαν μετὰ τῶν ξυμμάχων πρὸς ἀλλήλους · καὶ τῶν ἄλλων Ἑλλήνων εἴ τινές που διασταῖεν , πρὸς τούτους ἤδη ἐχώρουν . ὥστε ἀπὸ τῶν Μηδικῶν ἐς τόνδε αἰεὶ τὸν πόλεμον τὰ μὲν σπενδόμενοι , τὰ δὲ πολεμοῦντες ἀλλήλοις τοῖς ἑαυτῶν ξυμμάχοις ἀφισταμένοις εὖ παρεσκευάσαντο τὰ πολέμια καὶ ἐμπειρότεροι ἐγένοντο μετὰ κινδύνων τὰς μελέτας ποιούμενοι .
1.19.1 καὶ οἱ μὲν Λακεδαιμόνιοι οὐχ ὑποτελεῖς ἔχοντες φόρου τοὺς ξυμμάχους ἡγοῦντο , κατ’ ὀλιγαρχίαν δὲ σφίσιν αὐτοῖς μόνον ἐπιτηδείως ὅπως πολιτεύσουσι θεραπεύοντες , Ἀθηναῖοι δὲ ναῦς τε τῶν πόλεων τῷ χρόνῳ παραλαβόντες πλὴν Χίων καὶ Λεσβίων , καὶ χρήματα τοῖς πᾶσι τάξαντες φέρειν . καὶ ἐγένετο αὐτοῖς ἐς τόνδε τὸν πόλεμον ἰδία παρασκευὴ μείζων ὡς τὰ κράτιστά ποτε μετὰ ἀκραιφνοῦς τῆς ξυμμαχίας ἤνθησαν .