Ὀδυσσεύς
1 ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς
2 Λήμνου , βροτοῖς ἄστιπτος οὐδ’ οἰκουμένη ,
3 ἔνθ’ , κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς
4 Ἀχιλλέως παῖ Νεοπτόλεμε , τὸν Μηλιᾶ
5 Ποίαντος υἱὸν ἐξέθηκ’ ἐγώ ποτε ,
6 ταχθεὶς τόδ’ ἔρδειν τῶν ἀνασσόντων ὕπο ,
7 νόσῳ καταστάζοντα διαβόρῳ πόδα ·
8 ὅτ’ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων
9 παρῆν ἑκήλοις προσθιγεῖν , ἀλλ’ ἀγρίαις
10 κατεῖχ’ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις ,
11 βοῶν , στενάζων . ἀλλὰ ταῦτα μὲν τί δεῖ
12 λέγειν ; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων ,
13 μὴ καὶ μάθῃ μ’ ἥκοντα κἀκχέω τὸ πᾶν
14 σόφισμα , τῷ νιν αὐτίχ’ αἱρήσειν δοκῶ .
15 ἀλλ’ ἔργον ἤδη σὸν τὰ λοίφ’ ὑπηρετεῖν
16 σκοπεῖν θ’ ὅπου ’στ’ ἐνταῦθα δίστομος πέτρα
17 τοιάδ’ , ἵν’ ἐν ψύχει μὲν ἡλίου διπλῆ
18 πάρεστιν ἐνθάκησις , ἐν θέρει δ’ ὕπνον
19 δι’ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή ·
20 βαιὸν δ’ ἔνερθεν ἐξ ἀριστερᾶς τάχ’ ἂν
21 ἴδοις ποτὸν κρηναῖον , εἴπερ ἐστὶ σῶν .
22 μοι προσελθὼν σῖγα σήμαιν’ εἴτ’ ἐκεῖ
23 χῶρον τὸν αὐτὸν τόνδ’ ἔτ’ εἴτ’ ἄλλῃ κυρεῖ ,
24 ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς ,
25 ἐγὼ δὲ φράζω , κοινὰ δ’ ἐξ ἀμφοῖν ἴῃ .