1447 τῆς μὲν κατ’ οἴκους αὐτὸς ὃν θέλεις τάφον
1448 θοῦ ʹ καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ ʹ
1449 ἐμοῦ δὲ μήποτ’ ἀξιωθήτω τόδε
1450 πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν ,
1451 ἀλλ’ ἔα με ναίειν ὄρεσιν , ἔνθα κλῄζεται
1452 οὑμὸς Κιθαιρὼν οὗτος , ὃν μήτηρ τέ μοι
1453 πατήρ τ’ ἐθέσθην ζῶντε κύριον τάφον ,
1454 ἵν’ ἐξ ἐκείνων , οἵ μ’ ἀπωλλύτην , θάνω .
1455 καίτοι τοσοῦτόν γ’ οἶδα , μήτε μ’ ἂν νόσον
1456 μήτ’ ἄλλο πέρσαι μηδέν ʹ οὐ γὰρ ἄν ποτε
1457 θνῄσκων ἐσώθην , μὴ πί τῳ δεινῷ κακῷ .
1458 ἀλλ’ μὲν ἡμῶν μοῖρ’ , ὅποιπερ εἶσ’ , ἴτω ʹ
1459 παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι , Κρέων ,
1460 προσθῇ μέριμναν ʹ ἄνδρες εἰσίν , ὥστε μὴ
1461 σπάνιν ποτὲ σχεῖν , ἔνθ’ ἂν ὦσι , τοῦ βίου ʹ
1462 ταῖν δ’ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν ,
1463 αἷν οὔποθ’ ἡμὴ χωρὶς ἐστάθη βορᾶς
1464 τράπεζ’ ἄνευ τοῦδ’ ἀνδρός , ἀλλ’ ὅσων ἐγὼ
1465 ψαύοιμι , πάντων τῶνδ’ ἀεὶ μετειχέτην ʹ
1466 αἷν μοι μέλεσθαι ʹ καὶ μάλιστα μὲν χεροῖν
1467 ψαῦσαί μ’ ἔασον κἀποκλαύσασθαι κακά .
1468 ἴθ’ ὦναξ ,
1469 ἴθ’ γονῇ γενναῖε ʹ χερσί τἂν θιγὼν
1470 δοκοῖμ’ ἔχειν σφᾶς , ὥσπερ ἡνίκ’ ἔβλεπον .
1471 τί φημί ;
1472 οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν
1473 δακρυρροούντοιν , καί μ’ ἐποικτίρας Κρέων
1474 ἔπεμψέ μοι τὰ φίλτατ’ ἐκγόνοιν ἐμοῖν ;
1475 λέγω τι ;