Πολυνείκης
1418 ἀλλ’ οὐχ οἷόν τε · πῶς γὰρ αὖθις ἂν πάλιν
1419 στράτευμ’ ἄγοιμι ταὐτόν . εἰσάπαξ τρέσας ;
Ἀντιγόνη
1420 τί δ’ αὖθις , παῖ , δεῖ σε θυμοῦσθαι ; τί σοι
1421 πάτραν κατασκάψαντι κέρδος ἔρχεται ;
Πολυνείκης
1422 αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντ’ ἐμὲ
1423 οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα .
Ἀντιγόνη
1424 ὁρᾷς τὰ τοῦδ’ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρει
1425 μαντεύμαθ’ , ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ ;
Πολυνείκης
1426 χρῄζει γάρ · ἡμῖν δ’ οὐχὶ συγχωρητέα .
Ἀντιγόνη
1427 οἴμοι τάλαινα · τίς δὲ τολμήσει κλύων
1428 τὰ τοῦδ’ ἕπεσθαι τἀνδρός , οἷ’ ἐθέσπισεν ;
Πολυνείκης
1429 οὐκ ἀγγελοῦμεν φλαῦρ’ · ἐπεὶ στρατηλάτου
1430 χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν .
Ἀντιγόνη
1431 οὕτως ἄρ’ , παῖ , ταῦτά σοι δεδογμένα ;
Πολυνείκης
1432 καὶ μή μ’ ἐπίσχῃς γ’ · ἀλλ’ ἐμοὶ μὲν ἥδ’ ὁδὸς
1433 ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ
1434 πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδ’ ἐρινύων ·
1435 σφῷν δ’ εὖ διδοίη Ζεύς , τάδ’ εἰ θανόντι μοι
1436 τελεῖτ’ , ἐπεὶ οὔ μοι ζῶντί γ’ αὖθις ἕξετον .
1437 μέθεσθε δ’ ἤδη χαίρετόν τ’ · οὐ γάρ μ’ ἔτι