Θησεύς
651 οὔκουν πέρα γ’ ἂν οὐδὲν λόγῳ φέροις .
Οἰδίπους
652 πῶς οὖν ποήσεις ;
Θησεύς
τοῦ μάλιστ’ ὄκνος σ’ ἔχει ;
Οἰδίπους
653 ἥξουσιν ἄνδρες
Θησεύς
ἀλλὰ τοῖσδ’ ἔσται μέλον .
Οἰδίπους
654 ὅρα με λείπων
Θησεύς
μὴ δίδασχ’ χρή με δρᾶν .
Οἰδίπους
655 ὀκνοῦντ’ ἀνάγκη .
Θησεύς
τοὐμὸν οὐκ ὀκνεῖ κέαρ .
Οἰδίπους
656 οὐκ οἶσθ’ ἀπειλὰς
Θησεύς
οἶδ’ ἐγώ σε μή τινα
657 ἐνθένδ’ ἀπάξοντ’ ἄνδρα πρὸς βίαν ἐμοῦ .
658 πολλαὶ δ’ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη
659 θυμῷ κατηπείλησαν , ἀλλ’ νοῦς ὅταν
660 αὑτοῦ γένηται , φροῦδα τἀπειλήματα .
661 κείνοις δ’ ἴσως κεἰ δείν’ ἐπερρώσθη λέγειν
662 τῆς σῆς ἀγωγῆς , οἶδ’ ἐγώ , φανήσεται
663 μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον .
664 θαρσεῖν μὲν οὖν ἔγωγε κἂν ἐμῆς ἄνευ
665 γνώμης ἐπαινῶ , Φοῖβος εἰ προὔπεμψέ σε ·
666 ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδ’ ὅτι
667 τοὐμὸν φυλάξει σ’ ὄνομα μὴ πάσχειν κακῶς .