Ὀδυσσεύς
38 καί , φίλη δέσποινα , πρὸς καιρὸν πονῶ ;
Ἀθήνα
39 ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι .
Ὀδυσσεύς
40 καὶ πρὸς τί δυσλόγιστον ὧδ’ ᾖξεν χέρα ;
Ἀθήνα
41 χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων .
Ὀδυσσεύς
42 τί δῆτα ποίμναις τήνδ’ ἐπεμπίπτει βάσιν ;
Ἀθήνα
43 δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ .
Ὀδυσσεύς
44 καὶ τὸ βούλευμ’ ὡς ἐπ’ Ἀργείοις τόδ’ ἦν ;
Ἀθήνα
45 κἂν ἐξεπράξατ’ , εἰ κατημέλησ’ ἐγώ .
Ὀδυσσεύς
46 ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει ;
Ἀθήνα
47 νύκτωρ ἐφ’ ὑμᾶς δόλιος ὁρμᾶται μόνος .
Ὀδυσσεύς
48 καὶ παρέστη κἀπὶ τέρμ’ ἀφίκετο ;
Ἀθήνα
49 καὶ δὴ ’πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις .
Ὀδυσσεύς
50 καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου ;