24.186 ὣς ἡμεῖς , Ἀγάμεμνον , ἀπωλόμεθʹ , ὧν ἔτι καὶ νῦν
24.187 σώματʹ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος ·
24.188 οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʹ ἑκάστου ,
24.189 οἵ κʹ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
24.190 κατθέμενοι γοάοιεν · γὰρ γέρας ἐστὶ θανόντων .
24.191 τὸν δʹ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο ·
24.192 ὄλβιε Λαέρταο πάϊ , πολυμήχανʹ Ὀδυσσεῦ ,
24.193 ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν .
24.194 ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ ,
24.195 κούρῃ Ἰκαρίου · ὡς εὖ μέμνητʹ Ὀδυσῆος ,
24.196 ἀνδρὸς κουριδίου · τῷ οἱ κλέος οὔ ποτʹ ὀλεῖται
24.197 ἧς ἀρετῆς , τεύξουσι δʹ ἐπιχθονίοισιν ἀοιδὴν
24.198 ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ ,
24.199 οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα ,
24.200 κουρίδιον κτείνασα πόσιν , στυγερὴ δέ τʹ ἀοιδὴ
24.201 ἔσσετʹ ἐπʹ ἀνθρώπους , χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
24.202 θηλυτέρῃσι γυναιξί , καὶ κʹ εὐεργὸς ἔῃσιν .
24.203 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
24.204 ἑσταότʹ εἰν Ἀΐδαο δόμοις , ὑπὸ κεύθεσι γαίης ·
24.205 οἱ δʹ ἐπεὶ ἐκ πόλιος κατέβαν , τάχα δʹ ἀγρὸν ἵκοντο
24.206 καλὸν Λαέρταο τετυγμένον , ὅν ῥά ποτʹ αὐτὸς
24.207 Λαέρτης κτεάτισσεν , ἐπεὶ μάλα πόλλʹ ἐμόγησεν .
24.208 ἔνθα οἱ οἶκος ἔην , περὶ δὲ κλίσιον θέε πάντη ,
24.209 ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
24.210 δμῶες ἀναγκαῖοι , τοί οἱ φίλα ἐργάζοντο .
24.211 ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν , ῥα γέροντα
24.212 ἐνδυκέως κομέεσκεν ἐπʹ ἀγροῦ , νόσφι πόληος .
24.213 ἔνθʹ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν ·
24.214 ὑμεῖς μὲν νῦν ἔλθετʹ ἐϋκτίμενον δόμον εἴσω ,
24.215 δεῖπνον δʹ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος ·