23.261 εἴπʹ ἄγε μοι τὸν ἄεθλον , ἐπεὶ καὶ ὄπισθεν , ὀΐω ,
23.262 πεύσομαι , αὐτίκα δʹ ἐστὶ δαήμεναι οὔ τι χέρειον .
23.263 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
23.264 δαιμονίη , τί τʹ ἄρʹ αὖ με μάλʹ ὀτρύνουσα κελεύεις
23.265 εἰπέμεν ; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʹ ἐπικεύσω .
23.266 οὐ μέν τοι θυμὸς κεχαρήσεται · οὐδὲ γὰρ αὐτὸς
23.267 χαίρω , ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʹ ἄνωγεν
23.268 ἐλθεῖν , ἐν χείρεσσιν ἔχοντʹ εὐῆρες ἐρετμόν ,
23.269 εἰς κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
23.270 ἀνέρες , οὐδέ θʹ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν ·
23.271 οὐδʹ ἄρα τοί γʹ ἴσασι νέας φοινικοπαρῄους ,
23.272 οὐδʹ εὐήρεʹ ἐρετμά , τά τε πτερὰ νηυσὶ πέλονται .
23.273 σῆμα δέ μοι τόδʹ ἔειπεν ἀριφραδές , οὐδέ σε κεύσω ·
23.274 ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
23.275 φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ ,
23.276 καὶ τότε μʹ ἐν γαίῃ πήξαντʹ ἐκέλευεν ἐρετμόν ,
23.277 ἔρξανθʹ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι ,
23.278 ἀρνειὸν ταῦρόν τε συῶν τʹ ἐπιβήτορα κάπρον ,
23.279 οἴκαδʹ ἀποστείχειν , ἔρδειν θʹ ἱερὰς ἑκατόμβας
23.280 ἀθανάτοισι θεοῖσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσι ,
23.281 πᾶσι μάλʹ ἑξείης · θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
23.282 ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται , ὅς κέ με πέφνῃ
23.283 γήρας ὕπο λιπαρῷ ἀρημένον · ἀμφὶ δὲ λαοὶ
23.284 ὄλβιοι ἔσσονται · τὰ δέ μοι φάτο πάντα τελεῖσθαι .
23.285 τὸν δʹ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
23.286 εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον ,
23.287 ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι .
23.288 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
23.289 τόφρα δʹ ἄρʹ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν