23.232 κλαῖε δʹ ἔχων ἄλοχον θυμαρέα , κεδνὰ ἰδυῖαν .
23.233 ὡς δʹ ὅτʹ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ ,
23.234 ὧν τε Ποσειδάων εὐεργέα νῆʹ ἐνὶ πόντῳ
23.235 ῥαίσῃ , ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ ·
23.236 παῦροι δʹ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
23.237 νηχόμενοι , πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη ,
23.238 ἀσπάσιοι δʹ ἐπέβαν γαίης , κακότητα φυγόντες ·
23.239 ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ ,
23.240 δειρῆς δʹ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ .
23.241 καί νύ κʹ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς ,
23.242 εἰ μὴ ἄρʹ ἄλλʹ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη .
23.243 νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν , Ἠῶ δʹ αὖτε
23.244 ῥύσατʹ ἐπʹ Ὠκεανῷ χρυσόθρονον , οὐδʹ ἔα ἵππους
23.245 ζεύγνυσθʹ ὠκύποδας , φάος ἀνθρώποισι φέροντας ,
23.246 Λάμπον καὶ Φαέθονθʹ , οἵ τʹ Ἠῶ πῶλοι ἄγουσι .
23.247 καὶ τότʹ ἄρʹ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
23.248 γύναι , οὐ γάρ πω πάντων ἐπὶ πείρατʹ ἀέθλων
23.249 ἤλθομεν , ἀλλʹ ἔτʹ ὄπισθεν ἀμέτρητος πόνος ἔσται ,
23.250 πολλὸς καὶ χαλεπός , τὸν ἐμὲ χρὴ πάντα τελέσσαι .
23.251 ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
23.252 ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω ,
23.253 νόστον ἑταίροισιν διζήμενος ἠδʹ ἐμοὶ αὐτῷ .
23.254 ἀλλʹ ἔρχευ , λέκτρονδʹ ἴομεν , γύναι , ὄφρα καὶ ἤδη
23.255 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε .
23.256 τὸν δʹ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
23.257 εὐνὴ μὲν δή σοί γε τότʹ ἔσσεται ὁππότε θυμῷ
23.258 σῷ ἐθέλῃς , ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
23.259 οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν ·
23.260 ἀλλʹ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ ,