21.380 ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν ·
21.381 Τηλέμαχος κέλεταί σε , περίφρων Εὐρύκλεια ,
21.382 κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας .
21.383 ἢν δέ τις στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
21.384 ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι , μή τι θύραζε
21.385 προβλώσκειν , ἀλλʹ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ .
21.386 ὣς ἄρʹ ἐφώνησεν , τῇ δʹ ἄπτερος ἔπλετο μῦθος ,
21.387 κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων .
21.388 σιγῇ δʹ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε ,
21.389 κλήϊσεν δʹ ἄρʹ ἔπειτα θύρας εὐερκέος αὐλῆς .
21.390 κεῖτο δʹ ὑπʹ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
21.391 βύβλινον , ῥʹ ἐπέδησε θύρας , ἐς δʹ ἤϊεν αὐτός ·
21.392 ἕζετʹ ἔπειτʹ ἐπὶ δίφρον ἰών , ἔνθεν περ ἀνέστη ,
21.393 εἰσορόων Ὀδυσῆα . δʹ ἤδη τόξον ἐνώμα
21.394 πάντη ἀναστρωφῶν , πειρώμενος ἔνθα καὶ ἔνθα ,
21.395 μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος .
21.396 ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
21.397 τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων ·
21.398 ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
21.399 γʹ ἐφορμᾶται ποιησέμεν , ὡς ἐνὶ χερσὶ
21.400 νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης .
21.401 ἄλλος δʹ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων ·
21.402 αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
21.403 ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι .
21.404 ὣς ἄρʹ ἔφαν μνηστῆρες · ἀτὰρ πολύμητις Ὀδυσσεύς ,
21.405 αὐτίκʹ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη ,
21.406 ὡς ὅτʹ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
21.407 ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν ,
21.408 ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός ,
21.409 ὣς ἄρʹ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς .
21.410 δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς ·