21.351 ἱστόν τʹ ἠλακάτην τε , καὶ ἀμφιπόλοισι κέλευε
21.352 ἔργον ἐποίχεσθαι · τόξον δʹ ἄνδρεσσι μελήσει
21.353 πᾶσι , μάλιστα δʹ ἐμοί · τοῦ γὰρ κράτος ἔστʹ ἐνὶ οἴκῳ .
21.354 μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει ·
21.355 παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ .
21.356 ἐς δʹ ὑπερῷʹ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
21.357 κλαῖεν ἔπειτʹ Ὀδυσῆα , φίλον πόσιν , ὄφρα οἱ ὕπνον
21.358 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη .
21.359 αὐτὰρ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός ·
21.360 μνηστῆρες δʹ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν ·
21.361 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων ·
21.362 πῆ δὴ καμπύλα τόξα φέρεις , ἀμέγαρτε συβῶτα ,
21.363 πλαγκτέ ; τάχʹ αὖ σʹ ἐφʹ ὕεσσι κύνες ταχέες κατέδονται
21.364 οἶον ἀπʹ ἀνθρώπων , οὓς ἔτρεφες , εἴ κεν Ἀπόλλων
21.365 ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι .
21.366 ὣς φάσαν , αὐτὰρ , θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ ,
21.367 δείσας , οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν .
21.368 Τηλέμαχος δʹ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει ·
21.369 ἄττα , πρόσω φέρε τόξα · τάχʹ οὐκ εὖ πᾶσι πιθήσεις
21.370 μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι ,
21.371 βάλλων χερμαδίοισι · βίηφι δὲ φέρτερός εἰμι .
21.372 αἲ γὰρ πάντων τόσσον , ὅσοι κατὰ δώματʹ ἔασι ,
21.373 μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην ·
21.374 τῷ κε τάχα στυγερῶς τινʹ ἐγὼ πέμψαιμι νέεσθαι
21.375 ἡμετέρου ἐξ οἴκου , ἐπεὶ κακὰ μηχανόωνται .
21.376 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἐπʹ αὐτῷ ἡδὺ γέλασσαν
21.377 μνηστῆρες , καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
21.378 Τηλεμάχῳ · τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
21.379 ἐν χείρεσσʹ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς .