19.522 παῖδʹ ὀλοφυρομένη Ἴτυλον φίλον , ὅν ποτε χαλκῷ
19.523 κτεῖνε διʹ ἀφραδίας , κοῦρον Ζήθοιο ἄνακτος ,
19.524 ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα ,
19.525 ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω ,
19.526 κτῆσιν ἐμήν , δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα ,
19.527 εὐνήν τʹ αἰδομένη πόσιος δήμοιό τε φῆμιν ,
19.528 ἤδη ἅμʹ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
19.529 μνᾶται ἐνὶ μεγάροισι , πορὼν ἀπερείσια ἕδνα .
19.530 παῖς δʹ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων ,
19.531 γήμασθʹ οὔ μʹ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν ·
19.532 νῦν δʹ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει ,
19.533 καὶ δή μʹ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο ,
19.534 κτήσιος ἀσχαλόων , τήν οἱ κατέδουσιν Ἀχαιοί .
19.535 ἀλλʹ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον .
19.536 χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
19.537 ἐξ ὕδατος , καί τέ σφιν ἰαίνομαι εἰσορόωσα ·
19.538 ἐλθὼν δʹ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
19.539 πᾶσι κατʹ αὐχένας ἦξε καὶ ἔκτανεν · οἱ δʹ ἐκέχυντο
19.540 ἀθρόοι ἐν μεγάροις , δʹ ἐς αἰθέρα δῖαν ἀέρθη .
19.541 αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ ,
19.542 ἀμφὶ δʹ ἔμʹ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί ,
19.543 οἴκτρʹ ὀλοφυρομένην μοι αἰετὸς ἔκτανε χῆνας .
19.544 ἂψ δʹ ἐλθὼν κατʹ ἄρʹ ἕζετʹ ἐπὶ προὔχοντι μελάθρῳ ,
19.545 φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε ·
19.546 θάρσει , Ἰκαρίου κούρη τηλεκλειτοῖο ·
19.547 οὐκ ὄναρ , ἀλλʹ ὕπαρ ἐσθλόν , τοι τετελεσμένον ἔσται .
19.548 χῆνες μὲν μνηστῆρες , ἐγὼ δέ τοι αἰετὸς ὄρνις
19.549 ἦα πάρος , νῦν αὖτε τεὸς πόσις εἰλήλουθα ,