19.466 Παρνησόνδʹ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο .
19.467 τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
19.468 γνῶ ῥʹ ἐπιμασσαμένη , πόδα δὲ προέηκε φέρεσθαι ·
19.469 ἐν δὲ λέβητι πέσε κνήμη , κανάχησε δὲ χαλκός ,
19.470 ἂψ δʹ ἑτέρωσʹ ἐκλίθη · τὸ δʹ ἐπὶ χθονὸς ἐξέχυθʹ ὕδωρ .
19.471 τὴν δʹ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα , τὼ δέ οἱ ὄσσε
19.472 δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ ἔσχετο φωνή .
19.473 ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν ·
19.474 μάλʹ Ὀδυσσεύς ἐσσι , φίλον τέκος · οὐδέ σʹ ἐγώ γε
19.475 πρὶν ἔγνων , πρὶν πάντα ἄνακτʹ ἐμὸν ἀμφαφάασθαι .
19.476 καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι ,
19.477 πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα .
19.478 δʹ οὔτʹ ἀθρῆσαι δύνατʹ ἀντίη οὔτε νοῆσαι ·
19.479 τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν · αὐτὰρ Ὀδυσσεὺς
19.480 χεῖρʹ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι ,
19.481 τῇ δʹ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε .
19.482 μαῖα , τίη μʹ ἐθέλεις ὀλέσαι ; σὺ δέ μʹ ἔτρεφες αὐτὴ
19.483 τῷ σῷ ἐπὶ μαζῷ · νῦν δʹ ἄλγεα πολλὰ μογήσας
19.484 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν .
19.485 ἀλλʹ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ ,
19.486 σίγα , μή τίς τʹ ἄλλος ἐνὶ μεγάροισι πύθηται .
19.487 ὧδε γὰρ ἐξερέω , καὶ μὴν τετελεσμένον ἔσται ·
19.488 εἴ χʹ ὑπʹ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς ,
19.489 οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι , ὁππότʹ ἂν ἄλλας
19.490 δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας .
19.491 τὸν δʹ αὖτε προσέειπε περίφρων Εὐρύκλεια ·
19.492 τέκνον ἐμόν , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων .
19.493 οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʹ ἐπιεικτόν ,