18.401 αἴθʹ ὤφελλʹ ξεῖνος ἀλώμενος ἄλλοθʹ ὀλέσθαι
18.402 πρὶν ἐλθεῖν · τῷ οὔ τι τόσον κέλαδον μετέθηκε .
18.403 νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν , οὐδέ τι δαιτὸς
18.404 ἐσθλῆς ἔσσεται ἦδος , ἐπεὶ τὰ χερείονα νικᾷ .
18.405 τοῖσι δὲ καὶ μετέειφʹ ἱερὴ ἲς Τηλεμάχοιο
18.406 δαιμόνιοι , μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
18.407 βρωτὺν οὐδὲ ποτῆτα · θεῶν νύ τις ὔμμʹ ὀροθύνει .
18.408 ἀλλʹ εὖ δαισάμενοι κατακείετε οἴκαδʹ ἰόντες ,
18.409 ὁππότε θυμὸς ἄνωγε · διώκω δʹ οὔ τινʹ ἐγώ γε .
18.410 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
18.411 Τηλέμαχον θαύμαζον , θαρσαλέως ἀγόρευε .
18.412 τοῖσιν δʹ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
18.413 Νίσου φαίδιμος υἱός , Ἀρητιάδαο ἄνακτος ·
18.414 φίλοι , οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
18.415 ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι ·
18.416 μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʹ ἄλλον
18.417 δμώων , οἳ κατὰ δώματʹ Ὀδυσσῆος θείοιο .
18.418 ἀλλʹ ἄγετʹ , οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν ,
18.419 ὄφρα σπείσαντες κατακείομεν οἴκαδʹ ἰόντες ·
18.420 τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
18.421 Τηλεμάχῳ μελέμεν · τοῦ γὰρ φίλον ἵκετο δῶμα .
18.422 ὣς φάτο , τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε .
18.423 τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως ,
18.424 κῆρυξ Δουλιχιεύς · θεράπων δʹ ἦν Ἀμφινόμοιο ·
18.425 νώμησεν δʹ ἄρα πᾶσιν ἐπισταδόν · οἱ δὲ θεοῖσι
18.426 σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον .
18.427 αὐτὰρ ἐπεὶ σπεῖσάν τʹ ἔπιόν θʹ ὅσον ἤθελε θυμός ,
18.428 βάν ῥʹ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʹ ἕκαστος .