17.492 τοῦ δʹ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
17.493 βλημένου ἐν μεγάρῳ , μετʹ ἄρα δμῳῇσιν ἔειπεν ·
17.494 αἴθʹ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων .
17.495 τὴν δʹ αὖτʹ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν ·
17.496 εἰ γὰρ ἐπʹ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο ·
17.497 οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο .
17.498 τὴν δʹ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
17.499 μαῖʹ , ἐχθροὶ μὲν πάντες , ἐπεὶ κακὰ μηχανόωνται ·
17.500 Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε .
17.501 ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
17.502 ἀνέρας αἰτίζων · ἀχρημοσύνη γὰρ ἀνώγει ·
17.503 ἔνθʹ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʹ ἔδοσάν τε ,
17.504 οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον .
17.505 μὲν ἄρʹ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν ,
17.506 ἡμένη ἐν θαλάμῳ · δʹ ἐδείπνεε δῖος Ὀδυσσεύς ·
17.507 δʹ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν ·
17.508 ἔρχεο , δῖʹ Εὔμαιε , κιὼν τὸν ξεῖνον ἄνωχθι
17.509 ἐλθέμεν , ὄφρα τί μιν προσπτύξομαι ἠδʹ ἐρέωμαι
17.510 εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
17.511 ἴδεν ὀφθαλμοῖσι · πολυπλάγκτῳ γὰρ ἔοικε .
17.512 τὴν δʹ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα
17.513 εἰ γάρ τοι , βασίλεια , σιωπήσειαν Ἀχαιοί ·
17.514 οἷʹ γε μυθεῖται , θέλγοιτό κέ τοι φίλον ἦτορ .
17.515 τρεῖς γὰρ δή μιν νύκτας ἔχον , τρία δʹ ἤματʹ ἔρυξα
17.516 ἐν κλισίῃ · πρῶτον γὰρ ἔμʹ ἵκετο νηὸς ἀποδράς ·
17.517 ἀλλʹ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων .
17.518 ὡς δʹ ὅτʹ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται , ὅς τε θεῶν ἒξ
17.519 ἀείδει δεδαὼς ἔπεʹ ἱμερόεντα βροτοῖσι ,
17.520 τοῦ δʹ ἄμοτον μεμάασιν ἀκουέμεν , ὁππότʹ ἀείδῃ ·