17.436 ἦλθον · πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
17.437 χαλκοῦ τε στεροπῆς · ἐν δὲ Ζεὺς τερπικέραυνος
17.438 φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν , οὐδέ τις ἔτλη
17.439 στῆναι ἐναντίβιον · περὶ γὰρ κακὰ πάντοθεν ἔστη .
17.440 ἔνθʹ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ ,
17.441 τοὺς δʹ ἄναγον ζωούς , σφίσιν ἐργάζεσθαι ἀνάγκῃ .
17.442 αὐτὰρ ἔμʹ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι ,
17.443 Δμήτορι Ἰασίδῃ , ὃς Κύπρου ἶφι ἄνασσεν ·
17.444 ἔνθεν δὴ νῦν δεῦρο τόδʹ ἵκω πήματα πάσχων .
17.445 τὸν δʹ αὖτʹ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε ·
17.446 τίς δαίμων τόδε πῆμα προσήγαγε , δαιτὸς ἀνίην ;
17.447 στῆθʹ οὕτως ἐς μέσσον , ἐμῆς ἀπάνευθε τραπέζης ,
17.448 μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι ·
17.449 ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης .
17.450 ἑξείης πάντεσσι παρίστασαι · οἱ δὲ διδοῦσι
17.451 μαψιδίως , ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʹ ἐλεητὺς
17.452 ἀλλοτρίων χαρίσασθαι , ἐπεὶ πάρα πολλὰ ἑκάστῳ .
17.453 τὸν δʹ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς ·
17.454 πόποι , οὐκ ἄρα σοί γʹ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν ·
17.455 οὐ σύ γʹ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʹ ἅλα δοίης ,
17.456 ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
17.457 σίτου ἀποπροελὼν δόμεναι · τὰ δὲ πολλὰ πάρεστιν .
17.458 ὣς ἔφατʹ , Ἀντίνοος δʹ ἐχολώσατο κηρόθι μᾶλλον ,
17.459 καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα ·
17.460 νῦν δή σʹ οὐκέτι καλὰ διὲκ μεγάροιό γʹ ὀΐω
17.461 ἂψ ἀναχωρήσειν , ὅτε δὴ καὶ ὀνείδεα βάζεις .
17.462 ὣς ἄρʹ ἔφη , καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον ,
17.463 πρυμνότατον κατὰ νῶτον · δʹ ἐστάθη ἠΰτε πέτρη