17.408 καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι .
17.409 ὣς ἄρʹ ἔφη , καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
17.410 κείμενον , ῥʹ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων ·
17.411 οἱ δʹ ἄλλοι πάντες δίδοσαν , πλῆσαν δʹ ἄρα πήρην
17.412 σίτου καὶ κρειῶν · τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
17.413 αὖτις ἐπʹ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν ·
17.414 στῆ δὲ παρʹ Ἀντίνοον , καί μιν πρὸς μῦθον ἔειπε ·
17.415 δός , φίλος · οὐ μέν μοι δοκέεις κάκιστος Ἀχαιῶν
17.416 ἔμμεναι , ἀλλʹ ὤριστος , ἐπεὶ βασιλῆϊ ἔοικας .
17.417 τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
17.418 σίτου · ἐγὼ δέ κέ σε κλείω κατʹ ἀπείρονα γαῖαν .
17.419 καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
17.420 ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ ,
17.421 τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι ·
17.422 ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
17.423 οἷσίν τʹ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται .
17.424 ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων ἤθελε γάρ που
17.425 ὅς μʹ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
17.426 Αἴγυπτόνδʹ ἰέναι , δολιχὴν ὁδόν , ὄφρʹ ἀπολοίμην .
17.427 στῆσα δʹ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας .
17.428 ἔνθʹ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
17.429 αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι ,
17.430 ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι .
17.431 οἱ δʹ ὕβρει εἴξαντες , ἐπισπόμενοι μένεϊ σφῷ ,
17.432 αἶψα μάλʹ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
17.433 πόρθεον , ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα ,
17.434 αὐτούς τʹ ἔκτεινον · τάχα δʹ ἐς πόλιν ἵκετʹ ἀϋτή .
17.435 οἱ δὲ βοῆς ἀΐοντες ἅμʹ ἠοῖ φαινομένηφιν