16.229 καί μʹ εὕδοντʹ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
16.230 κάτθεσαν εἰς Ἰθάκην , ἔπορον δέ μοι ἀγλαὰ δῶρα ,
16.231 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʹ ὑφαντήν .
16.232 καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται ·
16.233 νῦν αὖ δεῦρʹ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης ,
16.234 ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν .
16.235 ἀλλʹ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον ,
16.236 ὄφρʹ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί ·
16.237 καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
16.238 φράσσομαι , κεν νῶϊ δυνησόμεθʹ ἀντιφέρεσθαι
16.239 μούνω ἄνευθʹ ἄλλων , καὶ διζησόμεθʹ ἄλλους .
16.240 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
16.241 πάτερ , τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον ,
16.242 χεῖράς τʹ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν ·
16.243 ἀλλὰ λίην μέγα εἶπες · ἄγη μʹ ἔχει · οὐδέ κεν εἴη
16.244 ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι .
16.245 μνηστήρων δʹ οὔτʹ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʹ οἶαι ,
16.246 ἀλλὰ πολὺ πλέονες · τάχα δʹ εἴσεαι ἐνθάδʹ ἀριθμόν .
16.247 ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
16.248 κοῦροι κεκριμένοι , ἓξ δὲ δρηστῆρες ἕπονται ·
16.249 ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν ,
16.250 ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν ,
16.251 ἐκ δʹ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι ,
16.252 καί σφιν ἅμʹ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
16.253 καὶ δοιὼ θεράποντε , δαήμονε δαιτροσυνάων .
16.254 τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων ,
16.255 μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών .
16.256 ἀλλὰ σύ γʹ , εἰ δύνασαί τινʹ ἀμύντορα μερμηρίξαι ,
16.257 φράζευ , κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ .